Isaiah 20
Berean Greek Bible Par ▾ 

A Sign against Egypt and Cush

1Τοῦ ἔτους ὅτε εἰσῆλθεν Ταναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ ἔλαβεν αὐτήν, 2τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς λὲγων Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος. 3καὶ εἶπεν Κύριος Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαίας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν· 4ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους ἅμα, κεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου. 5καὶ αἰσχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφ᾽ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἳ ἦσαν αὐτοῖς δόξα. 6καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Isaiah 19
Top of Page
Top of Page