Psalm 132
Berean Greek Bible Par ▾ 

The LORD Has Chosen Zion

1ᾨδὴ τῶν ἀναβαθμῶν. Μνήσθητι, Κύριε, τοῦ Δαυεὶδ καὶ πάσης τῆς πρᾳύτητος αὐτοῦ·

2ὡς ὤμοσεν τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ

3Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου,

4εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου,

5ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ.a

6ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά, εὕρομεν αὐτὴν ἐν ταῖς δασέσι τοῦ δρυμοῦ·

7εἰσελεύσομαι εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.

8ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου·

9οἱ ἱερεῖς σου ἐνεδύσαντο δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.

10ἕνεκεν Δαυεὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.

11ὤμοσεν Κύριος τῷ Δαυεὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.

12ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως αἰῶνος καθιοῦνται ἐπὶ τὸν θρόνον σου.

13ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ·

14αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος· ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν.

15τὴν χήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων·

16τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται.

17ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυείδ, ἡτοίμασα λύχνον τῷ χριστῷ σου·

18τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.


Footnotes:

5 a See Acts 7:46.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 131
Top of Page
Top of Page