1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς

2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες Ῥαββί τίς ἥμαρτεν οὗτος οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ

3 Ἀπεκρίθη Ἰησοῦς Οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ’ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ

4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι

5 ὅταν ἐν τῷ κόσμῳ φῶς εἰμι τοῦ κόσμου

6 Ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέχρισεν* αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς

7 καὶ εἶπεν αὐτῷ Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται Ἀπεσταλμένος ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων

8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον Οὐχ οὗτός ἐστιν καθήμενος καὶ προσαιτῶν

9 Ἄλλοι ἔλεγον ὅτι Οὗτός ἐστιν ἄλλοι ἔλεγον Οὐχί ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν Ἐκεῖνος ἔλεγεν ὅτι Ἐγώ εἰμι

John 9:1-9, Hebrew & Greek Study Bible. Public domain.
John 8
Top of Page
Top of Page
Copied