|
19 καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ’ αὐτήν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ 〈Οὐ〉 μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ 20 Καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ Matthew 21:19-20, Hebrew & Greek Study Bible. Public domain.
|



