2 Chronicles 31
Swete's Septuagint ABP ▾  HEB ▾ 

Idols are Destroyed

1Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθεν πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα, καὶ συνέτριψαν τὰς στήλας καὶ ἔκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης γῆς Ἰουδαίας καὶ Βενιαηεὶν καὶ Ἐφράιμ καὶ ἀπὸ Μανασσὴ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.

2καὶ ἔταξεν Ἑζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν, καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν, τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου.

Contributions for Worship

3καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινήν, καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου. 4καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευειτῶν, ὅπως κατισχύσουσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου. 5καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ. καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα. 6καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωρούς. 7ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ θεμέλιοι σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν. 8καὶ ἦλθεν Ἑζεκίας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωρούς, καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ· 9καὶ ἐπυνθάνετο Ἑζεκίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν ὑπὲρ τῶν σωρῶν. 10καὶ εἶπεν Ἀαζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδώκ, καὶ εἶπεν Ἐξ οὗ ἦρκται φέρεσθαι ἡ ἀπαρχὴ εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν· ὅτι Κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.

Hezekiah Organizes the Priests

11καὶ εἶπεν Ἑζεκίας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου. καὶ ἡτοίμασαν. 12καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπ᾽ αὐτῶν ἐπιστάτης Χωμενίας ὁ Λευείτης, καὶ Σεμεεὶ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος, 13καὶ Εἰὴλ καὶ Ὀζείας καὶ Μάεθ καὶ Ἀσαὴλ καὶ Ἰερειμὼθ καὶ Ἐζαβὰθ καὶ Ἰεειὴλ καὶ Σαμαχειὰ καὶ θάναι, Βαναίας καὶ οἱ υἱοὶ αὐτοῦ, καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεεὶ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν ὁ βασιλεὺς Ἑζεκίας καὶ Ἀζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου. 14καὶ Κωρὴ ὁ τοῦ Αἱμὰν ὁ Λευείτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς Κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων. 15διὰ χειρὸς Ὄδομ καὶ Βενιαμεὶν καὶ Ἰησοῦς καὶ Σεμεεὶ καὶ Μαρίας καὶ Σεχονίας, διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν, 16ἕκαστος τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέρας, λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν. 17οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατ᾽ οἴκους πατριῶν, καὶ οἱ Λευεῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ἐν διατάξει, 18ἐνκαταλοχίσαι ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν καὶ θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον· 19τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευείταις.

The Sincerity of Hezekiah

20καὶ ἐποίησεν οὕτως Ἑζεκίας ἐν παντὶ Ἰούδᾳ, καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ. 21καὶ ἐν παντὶ ἔργῳ ᾧ ἤρξατο ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ, καὶ ἐποίησεν καὶ εὐοδώθη.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 30
Top of Page
Top of Page