ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄ 3
2 Timothy 3 Stephanus TR
1Τοῦτο δὲ γίνωσκε ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί· 2ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι φιλάργυροι ἀλαζόνες ὑπερήφανοι βλάσφημοι γονεῦσιν ἀπειθεῖς ἀχάριστοι ἀνόσιοι 3ἄστοργοι ἄσπονδοι διάβολοι ἀκρατεῖς ἀνήμεροι ἀφιλάγαθοι 4προδόται προπετεῖς τετυφωμένοι φιλήδονοι μᾶλλον ἢ φιλόθεοι 5ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου 6ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτεύοντες τὰ γυναικάρια σεσωρευμένα ἁμαρτίαις ἀγόμενα ἐπιθυμίαις ποικίλαις 7πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα 8ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν ἀδόκιμοι περὶ τὴν πίστιν· 9ἀλλ' οὐ προκόψουσιν ἐπὶ πλεῖον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν ὡς καὶ ἡ ἐκείνων ἐγένετο

10Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ τῇ ἀγωγῇ τῇ προθέσει τῇ πίστει τῇ μακροθυμίᾳ τῇ ἀγάπῃ τῇ ὑπομονῇ 11τοῖς διωγμοῖς τοῖς παθήμασιν οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ ἐν Ἰκονίῳ ἐν Λύστροις οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος 12καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται 13πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι 14σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης εἰδὼς παρὰ τίνος ἔμαθες 15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ 16πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ 17ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος

Stephanus Novum Testamentum Graece 1550.

Bible Hub
2 Timothy 2
Top of Page
Top of Page