Genesis 22
Berean Greek Bible Par ▾ 

The Offering of Isaac
(John 3:1–21)

1Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ θεὸς ἐπείραζεν τὸν Ἀβραάμ· καὶ εἶπεν πρὸς αὐτόν Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν Ἰδοὺ ἐγώ. 2καὶ εἶπεν Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλήν, καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾽ ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω. 3ἀναστὰς δὲ Ἀβραὰμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ. παρέλαβεν δὲ μεθ᾽ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, καὶ σχὶσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη. καὶ ἦλθεν ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς 4τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς ἴδεν τὸν τόπον μακρόθεν· 5καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδίον διελευσόμεθα ἕως ὧδε· καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμᾶς. 6ἔλαβεν δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβεν δὲ καὶ τὸ πῦρ μετὰ χεῖρα καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. 7καὶ εἶπεν Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ εἴπας Πάτερ· ὁ δὲ εἶπεν Τί ἐστιν, τέκνον; λέγων Ἰδού τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἔστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; 8εἶπεν δὲ Ἀβραάμ Ὁ θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα

9ἦλθον ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα· καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων. 10καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ.

The LORD Provides the Sacrifice

11καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῷ Ἀβραὰμ Ἀβραάμ. ὁ δὲ εἶπεν Ἰδού ἐγώ. 12καὶ εἶπεν Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν θεὸν σύ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ. 13καὶ ἀναβλέψας Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἴδεν, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ σαβὲκ τῶν κεράτων. καὶ ἐπορεύθη Ἀβραὰμ καὶ ἔλαβεν τὸν κριόν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. 14καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κύριος ἴδεν· ἵνα εἴπωσιν σήμερον Ἐν τῷ ὄρει Κύριος ὤφθη.

15καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ 16λέγων Κατ᾽ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾽ ἐμέ, 17εἰ μήν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.a 18καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι σου πάντα τὰ ἔθνη, ἀνθ᾽ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.b 19ἀπεστράφη δὲ Ἀβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἐπὶ τὸ φρέαρ τοῦ ὃρκου· καὶ κατῴκησεν Ἀβραὰμ ἐπὶ τῷ φρέατι τοῦ ὅρκου.

The Sons of Nahor

20Ἐγένετο· δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἀβραὰμ λέγοντες Ἰδοὺ τέτοκεν Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, 21τὸν Ὢξ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ, καὶ τὸν Καμουὴλ πατέρα Σύρων, 22καὶ τὸν Χάσζαδ καὶ τὸν Ἁζαῦ καὶ τὸν φαλδὰς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ. 23καὶ Βαθουὴλ ἐγέννησεν τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοὶ οὓς ἔτεκεν Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἀβραάμ. 24καὶ ἡ παλλακὴ αὐτοῦ ᾗ ὄνομα Ῥεηρά, ἔτεκεν καὶ αὐτὴ τὸν Τάβεκ καὶ τὸν Τάαμ καὶ τὸν Τόχος καὶ τὸν Μωχά.


Footnotes:

17 a Cited in Hebrews 6:14
18 b Cited in Acts 3:25


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Genesis 21
Top of Page
Top of Page