Job 17
Berean Greek Bible Par ▾ 

Job Prepares for Death

1ὀλέκομαι πνεύματι φερόμενος, δέομαι δὲ ταφῆς καὶ οὐ τυγχάνω.

2λίσσομαι κάμνων, καὶ τί ποιήσας;

3ἔκλεψαν δέ μου τὰ ὑπάρχοντα ἀλλότριοι· τίς ἐστιν οὗτος; τῇ χειρί μου συνδεθήτω.

4ὅτι καρδίαν αὐτῶν ἔκρυψας ἀπὸ φρονήσεως, διὰ τοῦτο οὐ μὴ ὑψώσῃς αὐτούς.

5τῇ μερίδι ἀναγγελεῖ κακίας, ὀφθαλμοὶ δὲ ἐφ᾽ υἱοῖς ἐτάκησαν.

6ἔθου δέ με θρύλημα ἐν ἔθνεσιν, γέλως δὲ αὐτοῖς ἀπέβην·

7πεπώρωνται γὰρ ἀπὸ ὀργῆς οἱ ὀφθαλμοί μου, πεπολιόρκημαι μεγάλως ὑπὸ πάντων.

8θαῦμα ἔσχεν ἀληθινοὺς ἐπὶ τούτῳ· δίκαιος δὲ ἐπὶ παρανόμῳ ἐπανασταίη·

9σχοίη δὲ πιστὸς τὴν ἑαυτοῦ ὁδόν, καθαρὸς δὲ χεῖρας ἀναλάβοι θάρσος.

10οὐ μὴν δὲ ἀλλὰ πάντες ἐρείδετε, καὶ δεῦτε δή, οὐ γὰρ εὑρίσκω ἐν ὑμῖν ἀληθές.

11αἱ ἡμέραι μου παρῆλθον ἐν βρόμῳ, ἐρράγη δὲ τὰ ἄρθρα τῆς καρδίας μου·

12νύκτα εἰς ἡμέραν ἔθηκα, φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.

13ἐὰν γὰρ ὑπομείνω, ᾅδης μου ὁ οἶκος, ἐν δὲ γνόφῳ ἔστρωταί μου ἡ στρωμνή.

14θάνατον ἐπεκαλεσάμην πατέρα μου εἶναι, μητέρα δέ μου καὶ ἀδελφὴν σαπρίαν.

15ποῦ οὖν μου ἔτι ἐστὶν ἡ ἐλπίς; ἢ τὰ ἀγαθά μου ὄψομαι;

16ἢ μετ᾽ ἐμοῦ εἰς ᾅδην καταβήσονται, ἢ ὁμοθυμαδὸν ἐπὶ χώματος καταβησόμεθα;

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Job 16
Top of Page
Top of Page