Joshua 16
Berean Greek Bible Par ▾ 

Ephraim’s Inheritance

1Καὶ ἐγένετο τὰ ὅρια υἱῶν Ἰωσὴφ ἀπὸ τοῦ Ἰορδάνου τοῦ κατὰ Ἰερειχὼ ἀπ᾽ ἀνατολῶν, καὶ ἀναβήσεται ἀπὸ Ἰερειχὼ εἰς τὴν ὀρεινὴν τὴν ἔρημον εἰς Βαιθὴλ Λοῦζα, 2καὶ ἐξελεύσεται εἰς Βαιθήλ, καὶ παρελεύσεται ἐπὶ τὰ ὅρια τοῦ Χαταρωθεί,a 3καὶ διελεύσεται ἐπὶ τὴν θάλασσαν ἐπὶ τὰ ὅρια Ἁπταλεὶμ ἕως τῶν ὁρίων Βαιθωρὼν τὴν κάτω, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ τὴν θάλασσαν.

4καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Ἰωσήφ, Ἐφράιμ καὶ Μανασσή. 5Καὶ ἐγενήθη ὅρια υἱῶν Ἐφράιμ κατὰ δήμους αὐτῶν· καὶ ἐγενήθη τὰ ὅρια τῆς κληρονομίας αὐτῶν ἀπὸ ἀνατολῶν Ἀσταρὼθ καὶ Ἐρὸκ ἕως Βαιθωρὼν τὴν ἄνω καὶ Γαζαρά. 6καὶ ἐλεύσεται τὰ ὅρια ἐπὶ τὴν θάλασσαν εἰς Ἱκασμὼν ἀπὸ βορρᾶ Θερμά· περιελεύσεται εἰς ἀνατολὰς εἰς Θηνασὰ καὶ Σελλησά, καὶ παρελεύσεται ἀπ᾽ ἀνατολῶν εἰς Ἰανῶκα 7καὶ εἰς Μαχὼ καὶ Ἀσταρώθ, καὶ αἱ κῶμαι αὐτῶν· καὶ ἐλεύσεται ἐπὶ Ἰερειχώ, καὶ διεκβαλεῖ ἐπὶ τὸν Ἰορδάνην. 8καὶ ἀπὸ Ταφοὺ πορεύσεται τὰ ὅρια ἐπὶ θάλασσαν ἐπὶ Χελκανά, καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ θάλασσαν· αὕτη ἡ κληρονομία φυλῆς Ἐφράιμ κατὰ δήμους αὐτῶν. 9καὶ αἱ πόλεις αἱ ἀφορισθεῖσαι τοῖς υἱοῖς Ἐφράιμ ἀνὰ μέσον τῆς κληρονομίας υἱῶν Μανασσή, πᾶσαι αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν. 10καὶ οὐκ ἀπώλεσεν Ἐφράιμ τὸν Χαναναῖον τὸν κατοικοῦντα ἐν Γάζερ· καὶ κατῴκει ὁ Χαναναῖος ἐν τῷ Ἐφράιμ ἕως τῆς ἡμέρας ταύτης, ἕως ἀνέβη Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ ἔλαβεν αὐτὴν καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί, καὶ τοὺς Χαναναίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς κατοικοῦντας ἐν Γάζερ ἐξεκέντησαν· καὶ ἔδωκεν αὐτὴν Φαραὼ ἐν φερνῇ τῇ θυγατρὶ αὐτοῦ.


Footnotes:

2 a See Joshua 18:13


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Joshua 15
Top of Page
Top of Page