Judges 21
Berean Greek Bible Par ▾ 

Wives for the Benjamites

1Καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν ἐν Μασσηφὰ λέγοντες Ἀνὴρ ἐξ ἡμῶν οὐ δώσει θυγατέρα αὐτοῦ τῷ Βενιαμεὶν εἰς γυναῖκα. 2καὶ ἦλθεν ὁ λαὸς εἰς Βαιθήλ, καὶ ἐκάθισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ θεοῦ· καὶ ἦραν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυθμὸν μέγαν, 3καὶ εἶπαν Εἰς τί, Κύριε θεὲ Ἰσραήλ, ἐγενήθη αὕτη, τοῦ ἐπισκεπῆναι σήμερον ἀπὸ Ἰσραὴλ φυλὴν μίαν; 4καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ὤρθρισεν ὁ λαός, καὶ ᾠκοδόμησαν ἐκεῖ θυσιαστήριον, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις καὶ τελείας.

5καὶ εἶπον οἱ υἱοὶ Ἰσραήλ Τίς οὐκ ἀνέβη ἐν τῇ ἐκκλησίᾳ ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ πρὸς Κύριον; ὅτι ὁ ὅρκος μέγας ἦν τοῖς οὐκ ἀναβεβηκόσιν πρὸς Κύριον εἰς Μασσηφά, λέγοντες Θανάτῳ θανατωθήσεται. 6καὶ παρεκλήθησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμεὶν ἀδελφὸν αὐτῶν, καὶ εἶπαν Ἐξεκόπη σήμερον φυλὴ μία ἀπὸ Ἰσραήλ· 7τί ποιήσωμεν αὐτοῖς τοῖς περισσοῖς τοῖς ὑπολειφθεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν Κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν θυγατέρων ἡμῶν εἰς γυναῖκας.

8καὶ εἶπαν Τίς εἷς ἀπὸ φυλῶν Ἰσραὴλ ὃς οὐκ ἀνέβη πρὸς Κύριον εἰς Μασσηφά; καὶ ἰδοὺ οὐκ ἦλθεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ἰαβεὶς Γαλαὰδ εἰς τὴν ἐκκλησίαν. 9καὶ ἐπεσκέπη ὁ λαός, καὶ οὐκ ἦν ἐκεῖ ἀνὴρ ἀπὸ οἰκούντων Ἰαβεὶς Γαλαάδ. 10καὶ ἀπέστειλεν ἐκεῖ ἡ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ υἱῶν τῆς δυνάμεως, καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύεσθε καὶ πατάξατε τοὺς οἰκοῦντας Ἰαβεὶς Γαλαὰδ ἐν στόματι ῥομφαίας. 11καὶ τοῦτο ποιήσετε· πᾶν ἄρσεν καὶ πᾶσαν γυναῖκα εἰδυῖαν κοίτην ἄρσενος ἀναθεματιεῖτε, τὰς δὲ παρθένους περιποιήσεσθε. καὶ ἐποίησαν οὕτως· 12καὶ εὗρον ἀπὸ οἰκούντων Ἰαβεὶς Γαλαὰδ τετρακοσίας νεάνιδας παρθένους, αἵτινες οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἤνεγκαν αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλὼν τὴν ἐν γῇ Χανάαν.

13Καὶ ἀπέστειλεν πᾶσα ἡ συναγωγὴ καὶ ἐλάλησαν πρὸς τοὺς υἱοὺς Βενιαμεὶν ἐν τῇ πέτρᾳ Ῥεμμών, καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην. 14καὶ ἐπέστρεψεν βενιαμεὶν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς οἱ υἱοὶ Ἰσραὴλ τὰς γυναῖκας ἃς ἐζωοποίησαν ἀπὸ τῶν θυγατέρων Ἰαβεὶς Γαλαάδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως. 15καὶ ὁ λαὸς παρεκλήθη ἐπὶ τῷ Βενιαμείν, ὅτι ἐποίησεν Κύριος διακοπὴν ἐν ταῖς φυλαῖς Ἰσραήλ.

16Καὶ εἶπον οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς περισσοῖς εἰς γυναῖκας; ὅτι ἠφανίσθη ἀπὸ Βενιαμεὶν γυνή. 17καὶ εἶπαν Κληρονομία διασωζομένων τῷ Βενιαμείν· καὶ οὐκ ἐξαλειφθήσεται φυλὴ ἀπὸ Ἰσραήλ. 18ὅτι ἡμεῖς οὐ δυνησόμεθα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν θυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν ἐν υἱοῖς Ἰσραὴλ λέγοντες Ἐπικατάρατος ὁ διδοὺς γυναῖκα τῷ Βενιαμείν.

19καὶ εἶπαν Ἰδοὺ δὴ ἑορτὴ Κυρίου ἐν Σηλὼν ἀφ᾽ ἡμερῶν εἰς ἡμέρας, ἥ ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιθὴλ κατ᾽ ἀνατολὰς ἡλίου ἐπὶ τῆς ὁδοῦ τῆς ἀναβαινούσης ἀπὸ Βαιθὴλ εἰς Συχὲμ καὶ ἀπὸ νότου τῆς Λεβωνά. 20καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμεὶν λέγοντες Πορεύεσθε, ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν· 21καὶ ὄψεσθε, καὶ ἰδοὺ ἐὰν ἐξέλθωσιν αἱ θυγατέρες τῶν οἰκούντων Σηλὼν χορεύειν ἐν τοῖς χοροῖς, καὶ ἐξελεύσεσθε ἐκ τῶν ἀμπελώνων καὶ ἁρπάσατε ἑαυτοῖς ἀνὴρ γυναῖκα ἀπὸ τῶν θυγατέρων Σηλών, καὶ πορεύεσθε εἰς γῆν Βενιαμείν. 22καὶ ἔσται ὅταν ἔλθωσιν οἱ πατέρες αὐτῶν ἢ οἱ ἀδελφοὶ αὐτῶν κρίνεσθαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν αὐτοῖς Ἔλεος ποιήσατε ἡμῖν αὐτάς, ὅτι οὐκ ἐλάβομεν ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῇ παρατάξει, ὅτι οὐχ ὑμεῖς ἐδώκατε αὐτοῖς· ὡς κλῆρος πλημμελήσατε. 23καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμείν, καὶ ἔλαβον γυναῖκας εἰς ἀριθμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν ὧν ἥρπασαν· καὶ ἐπορεύθησαν καὶ ὑπέστρεψαν εἰς τὴν κληρονομίαν αὐτῶν, καὶ ᾠκοδόμησαν τὰς πόλεις καὶ ἐκάθισαν ἐν αὐταῖς. 24καὶ περιεπάτησαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὴρ εἰς φυλὴν αὐτοῦ καὶ εἰς συγγενίαν αὐτοῦ, καὶ ἐξῆλθον ἐκεῖθεν ἀνὴρ εἰς κληρονομίαν αὐτοῦ.

25ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐνώπιον αὐτοῦ ἐποίει.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Judges 20
Top of Page
Top of Page