Psalm 17
Berean Greek Bible Par ▾ 

Hear My Righteous Plea

1Προσευχὴ τοῦ Δαυείδ. Εἰσάκουσον, Κύριε, τῆς δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου· ἐνώτισαι τῆς προσευχῆς μου οὐκ ἐν χείλεσιν δολίοις.

2ἐκ προσώπου σου τὸ κρίμα μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητας.

3ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.

4ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.

5κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.

6ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ θεός· κλῖνον τὸ οὖς σου ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου.

7θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σὲ ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου.

8φύλαξόν με ὡς κόραν ὀφθαλμοῦ. ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με

9ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον,

10τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν·

11ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ·

12ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.

13ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου

14ἀπὸ ἐχθρῶν τῆς χειρός σου· Κύριε ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν· καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν, ἐχορτάσθησαν ὑείων καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν.

15ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 16
Top of Page
Top of Page