John 8:1-19Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς3 ἄγουσιν* δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι 〈πρὸς αὐτὸν〉 γυναῖκα ἐπὶ* μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ4 λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται* ἐπ’* αυτοφώρῳ* μοιχευομένη5 ἐν δὲ τῷ νόμῳ Μωϋσῆς* ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν* σὺ οὖν τί λέγεις6 Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν* κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν* εἰς τὴν γῆν7 Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν [ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς] Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος 〈τὸν〉 λίθον «ἐπ’ αὐτῇ βαλέτω»8 καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν9 Οἱ δὲ ἀκούσαντες 〈καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι〉 ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων 〈ἕως τῶν ἐσχάτων〉 καὶ κατελείφθη μόνος 〈ὁ Ἰησοῦς〉 καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα*10 ἀνακύψας δὲ ὁ Ἰησοῦς 〈καὶ μηδένα θεασάμενος πλὴν τὴς γυναικὸς〉 εἶπεν αὐτῇ 〈Ἡ〉 Γύναι* ποῦ εἰσιν 〈ἐκεῖνοι οἱ κατήγοροί σου〉 οὐδείς σε κατέκρινεν11 Ἡ δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν* δὲ 〈αὐτῇ〉 ὁ Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ [ἀπὸ τοῦ νῦν] μηκέτι ἁμάρτανε12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ* οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς13 Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής14 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω15 Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα16 καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με ‹πατήρ›17 Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ19 Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε Full chapter Show Verses 20 - 59 → Parallel translations Study & commentary Cross-references John 8:1-19, Hebrew & Greek Study Bible. Public domain.