|
1 Καὶ διαγενομένου τοῦ σαββάτου (ἡ) Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν 2 καὶ λίαν πρωῒ τῇ μιᾷ τῶν σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον* ἀνατείλαντος τοῦ ἡλίου 3 καὶ ἔλεγον πρὸς ἑαυτάς Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου 4 καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται* ὁ λίθος ἦν γὰρ μέγας σφόδρα Mark 16:1-4, Hebrew & Greek Study Bible. Public domain.
|



