Par ▾

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν

2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ

3 Ἀκούετε ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι

4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό

5 Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες (καὶ) ὅπου οὐκ εἶχεν γῆν πολλήν καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς

6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη

7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό καὶ καρπὸν οὐκ ἔδωκεν

8 Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν* τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν

9 Καὶ ἔλεγεν Ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω

Mark 4:1-9, Hebrew & Greek Study Bible. Public domain.
Mark 3
Top of Page
Top of Page










Copied