1 Chronicles 21
Swete's Septuagint ABP ▾  HEB ▾ 

David Forces a Census

1Καὶ ἔστη διάβολος ἐν τῷ Ἰσραήλ, καὶ ἐπέσεισεν τὸν Δαυεὶδ τοῦ ἀριθμῆσαι τὸν Ἰσραήλ. 2καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως Πορεύθητε δὴ ἀριθμήσατε τὸν Ἰσραὴλ ἀπὸ Βηρσάβεε καὶ ἕως Δάν, καὶ ἐνέγκατε πρὸς μέ, καὶ γνώσομαι τὸν ἀριθμὸν αὐτῶν. 3καὶ εἶπεν Ἰωάβ Προσθείη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ ὡς αὐτοὶ ἑκατονταπλασίως, καὶ οἱ ὀφθαλμοὶ κυρίου μου τοῦ βασιλέως βλέποντες· πάντες τῷ κυρίῳ μου παῖδες· ἵνα τί ζητεῖ κύριός μου τοῦτο; ἵνα μὴ γένηται εἰς ἁμαρτίαν τῷ Ἰσραήλ. 4καὶ ἦλθεν εἰς Ἰερουσαλήμ. 5καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυείδ· καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ἑκατὸν χιλιάδες ἀνδρῶν ἐσπασμένων μάχαιραν. 6καὶ τὸν Λευεὶ καὶ τὸν Βενιαμεὶν οὐκ ἠρίθμησεν ἐν μέσῳ αὐτῶν, ὅτι κατίσχυσεν λόγος τοῦ βασιλέως τὸν Ἰωάβ.

Judgment for David's Sin

7καὶ πονηρὸν ἐναντίον τοῦ θεοῦ περὶ τοῦ πράγματος τούτου, καὶ ἐπάταξεν τὸν Ἰσραήλ. 8καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Ἡμάρτηκα σφόδρα ὅτι ἐποίησα τὸ πρᾶγμα τοῦτο· καὶ νῦν περίελε δὴ τὴν κακίαν παιδός σου, ὅτι ἐματαιώθην σφόδρα.

9καὶ ἐλάλησεν Κύριος πρὸς Γὰδ ὁρῶντα 10Πορεύου καὶ λάλησον πρὸς Δαυεὶδ λέγων Οὕτως λέγει Κύριος Τρία αἴρω ἐγὼ ἐπὶ σέ· ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν καὶ ποιήσω σοι. 11καὶ ἦλθεν Γὰδ πρὸς Δαυεὶδ καὶ εἶπεν αὐτῷ Οὕτως λέγει Κύριος Ἔκλεξαι σεαυτῷ 12ἢ τρία ἔτη λιμοῦ, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ προσώπου ἐχθρῶν σου, καὶ μάχαιρα ἐξ ἐχθρῶν σου τοῦ ἐξολεθρεῦσαι, ἢ τρεῖς ἡμέρας ῥομφαίαν Κυρίου καὶ θάνατον ἐν τῇ γῇ, καὶ ἄγγελος Κυρίου ἐξολεθρεύων ἐν πάσῃ κληρονομίᾳ Ἰσραήλ· καὶ νῦν ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντι λόγον. 13καὶ εἶπεν Δαυεὶδ πρὸς Γάδ Στενά μοι καὶ τὰ τρία σφόδρα· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτειρμοὶ αὐτοῦ σφόδρα, καὶ εἰς χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω.

David's Repentance Spares Jerusalem

14καὶ ἔδωκεν Κύριος θάνατον ἐν Ἰσραήλ, καὶ ἔπεσον ἐξ Ἰσραὴλ ἑβδομήκοντα χιλιάδες ἀνδρῶν. 15καὶ ἀπέστειλεν ὁ θεὸς ἄγγελον εἰς Ἰερουσαλὴμ τοῦ ἐξολεθρεῦσαι αὐτήν. καὶ ὡς ἐξολόθρευεν, εἶδεν Κύριος καὶ μετεμελήθη ἐπὶ τῇ κακίᾳ, καὶ εἶπεν τῷ ἀγγέλῳ τῷ ἐξολοθρεύοντι Ἱκανούσθω σοι, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἑστὼς ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 16καὶ ἐπῆρεν Δαυεὶδ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν τὸν ἄγγελον Κυρίου ἑστῶτα ἀνὰ μέσον τῆς γῆς καὶ τοῦ οὐρανοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, ἐκτεταμένη ἐπὶ Ἰερουσαλήμ· καὶ ἔπεσεν Δαυεὶδ καὶ οἱ πρεσβύτεροι περιβεβλημένοι ἐν σάκκοις ἐπὶ πρόσωπον αὐτῶν. 17καὶ εἶπεν Δαυεὶδ πρὸς τὸν θεόν Οὐκ ἐγὼ εἶπα τοῦ ἀριθμῆσαι τῷ λαῷ; καὶ ἐγώ εἰμι ὁ ἁμαρτών, κακοποιῶν ἐκακοποίησα· καὶ ταῦτα τὰ πρόβατα τί ἐποίησαν; Κύριε ὁ θεός, γενηθήτω ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου, καὶ μὴ ἐν τῷ λαῷ σου εἰς ἀπώλειαν, Κύριε.

David Builds an Altar

18καὶ ἄγγελος Κυρίου εἶπεν τῷ Γὰδ τοῦ εἰπεῖν πρὸς Δαυεὶδ ἵνα ἀναβῇ τοῦ στῆσαι θυσιαστήριον τῷ κυρίῳ ἐν ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου. 19καὶ ἀνέβη Δαυεὶδ κατὰ τὸν λόγον Γὰδ ὃν ἐλάλησεν ἐν ὀνόματι Κυρίου. 20καὶ ἐπέστρεψεν Ὀρνά, καὶ εἶδεν τὸν βασιλέα καὶ τέσσαρας υἱοὺς αὐτοῦ μετ᾽ αὐτοῦ μεθαχαβείν· καὶ Ὀρνὰ ἦν ἀλοῶν πυρούς. 21καὶ ἦλθεν Δαυεὶδ πρὸς Ὀρνᾶν, καὶ Ὀρνὰ ἐξῆλθεν ἐκ τῆς ἅλω καὶ προσεκύνησεν τῷ Δαυεὶδ τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 22καὶ εἶπεν Δαυεὶδ πρὸς Ὀρνά Δός μοι τὸν τόπον σου τῆς ἅλω καὶ οἰκοδομήσω ἐπ᾽ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ. 23καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυείδ Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ· ἴδε δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα. 24καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ τῷ Ὀρνά Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστίν σοι Κυρίῳ, τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ. 25καὶ ἔδωκεν Δαυεὶδ τῷ Ὀρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους. 26καὶ ᾠκοδόμησεν Δαυεὶδ ἐκεῖ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν. 27καὶ εἶπεν Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκεν τὴν ῥομφαίαν εἰς τὸν κολεόν.

28Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυεὶδ ὅτι ἐπήκουσεν αὐτῷ ἐν τῷ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ. 29καὶ σκηνὴ Κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὼθ ἐν Γαβαών. 30καὶ οὐκ ἠδύνατο Δαυεὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς ῥομφαίας ἀγγέλου Κυρίου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 20
Top of Page
Top of Page