1 Samuel 27
Swete's Septuagint ABP ▾  HEB ▾ 

David and the Philistines

1Καὶ εἶπεν Δαυεὶδ ἐν τῇ καρδίᾳ αὐτοῦ λέγων Νῦν προστεθήσομαι ἐν ἡμέρᾳ μιᾷ εἰς χεῖρας Σαούλ, καὶ οὐκ ἔστιν μοι ἀγαθὸν ἐὰν μὴ σωθῶ εἰς γῆν ἀλλοφύλων καὶ ἀνῇ Σαοὺλ τοῦ ζητεῖν με εἰς πᾶν ὅριον Ἰσραήλ, καὶ σωθήσομαι ἐκ χειρὸς αὐτοῦ. 2καὶ ἀνέστη Δαυεὶδ καὶ οἱ τετρακόσιοι ἄνδρες μετ᾽ αὐτοῦ πρὸς Ἀγχοὺς υἱὸν Ἀμμὰχ βασιλέα Γέθ. 3καὶ ἐκάθισεν Δαυεὶδ μετὰ Ἀγχούς, αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ Δαυεὶδ καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχεινάαμ ἡ Ἰσραηλεῖτις καὶ Ἀβειγαία ἡ γυνὴ Ναβὰλ τοῦ Καρμηλίου. 4καὶ ἀνηγγέλη τῷ Σαοὺλ ὅτι πέφευγεν Δαυεὶδ εἰς Γέθ· καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν.

5καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ᾽ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ; 6καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελάκ· διὰ τοῦτο ἐγενήθη Σεκελὰκ τῷ βασιλεῖ τῆς Ἰουδαίας ἕως τῆς ἡμέρας ταύτης. 7Καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν ὧν ἐκάθισεν Δαυεὶδ ἐν ὁδῷ τῶν ἀλλοφύλων τέσσαρας μῆνας.

8καὶ ἀνέβαινεν Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσειρὶ καὶ ἐπὶ τὸν Ἀμαληκείτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψοὺρ τετειχισμένων καὶ ἕως τῆς Αἰγύπτου. 9καὶ ἔτυπτε τὴν γῆν, καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα· καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Ἀγχούς. 10καὶ εἶπεν Ἀγχοὺς πρὸς Δαυείδ Ἐπὶ τίνα ἐπέθεσθε σήμερον; καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀγχούς Κατὰ νότον τῆς Ἰουδαίας καὶ κατὰ νότον Ἰεσμεγὰ καὶ κατὰ νότον τοῦ Κενεζεί. 11καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησα τοῦ εἰσαγαγεῖν εἰς Γέθ, λέγων Μή ἀναγγείλωσιν εἰς Γὲθ καθ᾽ ἡμῶν λέγοντες Τάδε Δαυεὶδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἐκάθητο Δαυεὶδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. 12καὶ ἐπιστεύθη Δαυεὶδ ἐν τῷ Ἀγχοὺς σφόδρα, λέγων ᾜσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ, ἐν Ἰσραὴλ· καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 26
Top of Page
Top of Page