2 Kings 18
Swete's Septuagint ABP ▾  HEB ▾ 

Hezekiah Destroys Idolatry in Judah

1Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἑζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. 2υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβού, θυγάτηρ Ζαχαρίου. 3καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. 4αὐτὸς ἐξῆρεν τὰ ὑψηλά, καὶ συνέτριψεν τὰς στήλας, καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ· καὶ ἐκάλεσεν αὐτὸν Νεσθαλεί. 5ἐν κυρίῳ θεῷ Ἰσραὴλ ἤλπισεν, καὶ μετ᾽ αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ· 6καὶ ἐκολλήθη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ, καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυσῇ.

7καὶ ἦν Κύριος μετ᾽ αὐτοῦ, καὶ ἐν πᾶσιν οἷς ἐποίει συνῆκεν· καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ. 8αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου φυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.

9Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἑζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανάσσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ᾽ αὐτήν· 10καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑζεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσῆε βασιλεῖ Ἰσραήλ, καὶ συνελήμφθη Σαμάρεια. 11καὶ ἀπῴκισεν βασιλεὺς Ἀσσυρίων τὴν Σαμάρειαν εἰς Ἀσσυρίους, καὶ ἔθηκεν αὐτοὺς ἐν Ἁλάε καὶ ἐν Ἁβιὼρ ποταμῷ Γωζὰν καὶ Ὀρὴ Μήδων· 12ἀνθ᾽ ὧν ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς Κυρίου θεοῦ αὐτῶν, καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ πάντα ὅσα ἐνετείλατο Μωσῆς ὁ δοῦλος Κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.

Sennacherib Invades Judah

13Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Ἑζεκιοὺ ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς. 14καὶ ἀπέστειλεν Ἑζεκίας βασιλεὺς Ἰούδα ἀγγέλους πρὸς βασιλέα Ἀσσυρίων εἰς Λαχεὶς λέγων Ἡμάρτηκα, ἀποστράφητι ἀπ᾽ ἐμοῦ· ὃ ἐὰν ἐπιθῇς ἐπ᾽ ἐμὲ βαστάσω. καὶ ἐπέθηκεν ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ Ἑζεκίαν βασιλέα Ἰούδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου. 15καὶ ἔδωκεν Ἑζεκίας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως. 16ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Ἑζεκίας τὰς θύρας ναοῦ καὶ τὰ ἐστηριγμένα ἃ ἐχρύσωσεν Ἑζεκίας βασιλεὺς Ἰούδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ Ἀσσυρίων.

Sennacherib Threatens Jerusalem

17Καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων τὸν Θανθὰν καὶ τὸν Ῥαφεὶς καὶ τὸν Ῥαψάκην ἐκ Λαχεὶς πρὸς τὸν βασιλέα Ἑζεκίαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ἰερουσαλήμ· καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ἰερουσαλήμ, καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἥ ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως. 18καὶ ἐβόησαν πρὸς Ἑζεκίαν, καὶ ἦλθον πρὸς αὐτὸν Ἐλιακεὶμ υἱὸς Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰωσαφὰτ ὁ ἀναμιμνήσκων.

19καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Εἴπατε δὴ πρὸς Ἑζεκίαν Τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας βασιλεὺς Ἀσσυρίων Τί ἡ πεποίθησις αὕτη ἣν πέποιθας; 20εἶπας, πλὴν λόγοι χειλέων Βουλὴ καὶ δύναμις εἰς πόλεμον· νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί; 21νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ᾽ Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ᾽ αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ, καὶ τρήσει αὐτήν· οὕτως Φαραὼ βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾽ αὐτόν. 22καὶ ὅτι εἶπας πρὸς μέ Ἐπὶ Κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος ἀπέστησεν Ἑζεκίας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τῇ Ἰερουσαλήμ Ἐνώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ἰερουσαλήμ; 23καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ Ἀσσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ᾽ αὐτούς. 24καὶ πῶς ἀποστρέψετε τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ᾽ Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς. 25καὶ νῦν μὴ ἄνευ Κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαφθεῖραι αὐτόν; Κύριος εἶπεν πρὸς μέ Ἀνάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάφθειρον αὐτήν.

26καὶ εἶπεν Ἐλιακεὶμ υἱὸς Χελκείου καὶ Σόμνας καὶ Ἰώας πρὸς Ῥαψάκην Λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί· ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ᾽ ἡμῶν Ἰουδαιστί· καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους; 27καὶ εἶπεν πρὸς αὐτοὺς Ῥαψάκης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους, τοῦ φαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ᾽ ὑμῶν ἅμα;

28καὶ ἔστη Ῥαψάκης καὶ ἐβόησεν μεγάλῃ Ἰουδαιστί· καὶ ἐλάλησεν καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως Ἀσσυρίων 29Τάδε λέγει ὁ βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Ἑζεκίας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρὸς αὐτοῦ. 30καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Ἑζεκίας πρὸς Κὺριον λέγων Ἐξαιρούμενος ἐξελεῖται Κύριος· οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 31μὴ ἀκούετε Ἑζεκίου, ὅτι τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ποιήσατε μετ᾽ ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρὸς μέ, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ, καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ φάγεται, καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ, 32ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος· καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Ἑζεκίου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ὑμᾶς. 33μὴ ῥυόμενοι ἐρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρός βασιλέως Ἀσσυρίων; 34ποῦ ἐστιν ὁ θεὸς Αἱμὰθ καὶ Ἀρφάλ; ποῦ ἐστιν ὁ θεὸς Σεπφαρουμάιν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; 35τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὃτι ἐξελεῖται Κύριος τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου;

36καὶ ἐκώφευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριθήσεσθε αὐτῷ. 37καὶ εἰσῆλθεν Ἐλιακεὶμ υἱὸς Χελκείου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς καὶ Ἰώας υἱὸς Σαφὰν ὁ ἀναμιμνήσκων πρὸς τὸν Ἐζεκίαν διερρηχότες τὰ ἱμάτια, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψάκου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 17
Top of Page
Top of Page