2 Kings 8
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Shunammite's Land Restored

1Καὶ Ἐλεισαῖε ἐλάλησεν πρὸς τὴν γυναῖκα ἧς ἐζωπύρησεν τὸν υἱὸν λέγων Ἀνάστηθι καὶ δεῦρο σὺ καὶ ὁ οἶκός σου καὶ παροίκει οὗ ἐὰν παροικήσῃς, ὅτι κέκληκεν Κύριος λιμὸν ἐπὶ τὴν γῆν, καὶ γε ἦλθεν ἐπὶ τὴν γῆν ἑπτὰ ἔτη. 2καὶ ἀνέστη ἡ γυνὴ καὶ ἐποίησεν κατὰ τὸ ῥῆμα Ἐλεισαῖε, καὶ ἐπορεύθη αὐτὴ καὶ ὁ οἶκος αὐτῆς· καὶ παρῴκει ἐν γῇ ἀλλοφύλων ἑπτὰ ἔτη. 3καὶ ἐγένετο μετὰ τὸ τέλος τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς. 4καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα ἃ ἐποίησεν Ἐλεισαῖε. 5καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ἐλεισαῖε βοῶσα πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ εἶπεν Γιεζεί Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὃν ἐζωπύρησεν Ἐλεισαῖε. 6καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Ἐπίστρεψον πάντα αὐτῆς τὰ γενήματα τοῦ ἀγροῦ, ἀπὸ τῆς ἡμέρας ἧς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν.

Hazael Murders Ben-Hadad

7Καὶ ἦλθεν Ἐλεισαῖε εἰς Δαμασκόν· καὶ υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἠρρώστησεν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἥκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὧδε. 8καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἁζαήλ Λάβε ἐν τῇ χειρί σου μαανά, καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἐπιζήτησον τὸν κύριον παρ᾽ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 9καὶ ἐπορεύθη Ἁζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔλαβεν μαανὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσεράκοντα καμήλων, δῶρα· καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ἐλεισαῖε Υἱός σου υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀπέστειλέν με πρὸς σὲ ἐπερωτῆσαι λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης; 10καὶ εἶπεν Ἐλεισαῖε Δεῦρο εἰπόν Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι Κύριος ὅτι θανάτῳ ἀποθανῇ. 11καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ. 12καὶ εἶπεν Ἁζαήλ Τί ὅτι ὁ κύριός μου κλαίει; καὶ εἶπεν Ὅτι οἶδα ὅσα ποιήσεις τοῖς υἱοῖς Ἰσραὴλ κακά· τὰ ὀχυρώματα αὐτῶν ἐξαποστελεῖς ἐν πυρί, καὶ τοὺς ἐκλεκτοὺς αὐτῶν ἐν ῥομφαίᾳ ἀποκτενεῖς, καὶ τὰ νήπια αὐτῶν ἐνσείσεις, καὶ τὰς ἐν γαστρὶ ἐχούσας αὐτῶν ἀναρήξεις. 13καὶ εἶπεν Ἁζαήλ Τίς ἐστιν ὁ δοῦλός σου, ὁ κύων ὁ τεθνηκώς, ὅτι ποιήσει τὸ ῥῆμα τοῦτο; καὶ εἶπεν Ἐλεισαῖε Ἔδειξέν μοι Κύριός σε βασιλεύοντα ἐπὶ Ἰσραήλ. 14καὶ ἀπῆλθεν ἀπὸ Ἐλεισαῖε, καὶ εἰσῆλθεν πρὸς τὸν κύριον αὐτοῦ· καὶ εἶπεν αὐτῷ Ὅ τι εἶπέν σοι Ἐλεισαῖε; καὶ εἶπεν Εἶπέν μοι Ζωῇ ζήσῃ. 15καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἔλαβεν τὸν χαββὰ καὶ ἔβαψεν τῷ ὕδατι καὶ περιέβαλεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἐβασίλευσεν Ἁζαὴλ ἀντ᾽ αὐτοῦ.

Jehoram's Wicked Reign in Judah

16Ἐν ἔτει πέμπτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραὴλ καὶ Ἰωσαφάθ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωρὰμ υἱὸς Ἰωσαφὰθ βασιλεὺς Ἰούδα. 17υἱὸς τριάκοντα καὶ δύο ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. 18καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ καθὼς ἐποίησεν οἶκος Ἀχαάβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτῷ εἰς γυναῖκα· καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου. 19καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι τὸν Ἰούδαν διὰ Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καθὼς εἶπεν δοῦναι αὐτῷ λύχνον πάσας τὰς ἡμέρας.

Edom and Libnah Revolt

20ἐν ταῖς ἡμέραις αὐτοῦ ἠθέτησεν Ἐδὼμ ὑποκάτωθεν χειρὸς Ἰούδα, καὶ ἐβασίλευσαν ἐφ᾽ ἑαυτοὺς βασιλέα. 21καὶ ἀνέβη Ἰωρὰμ εἰς Σειὼρ καὶ πάντα τὰ ἅρματα μετ᾽ αὐτοῦ· καὶ ἐγένετο αὐτοῦ ἀναστάντος, καὶ ἐπάταξεν τὸν Ἐδὼμ τὸν κυκλώσαντα ἐπ᾽ αὐτὸν καὶ τοὺς ἄρχοντας τῶν ἁρμάτων, καὶ ἔφυγεν ὁ λαὸς εἰς τὰ σκηνώματα αὐτῶν. 22καὶ ἠθέτησεν Ἐδὼμ ὑποκάτω τῆς χειρὸς Ἰούδα ἕως τῆς ἡμέρας ταύτης. τότε ἠθέτησεν Σεννὰ ἐν τῷ καιρῷ ἐκείνῳ. 23καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωρὰμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

24καὶ ἐκοιμήθη Ἰωρὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Ahaziah Reigns Wickedly in Judah

25Ἐν ἔτει δωδεκάτῳ τῷ Ἰωρὰμ υἱῷ Ἀχαὰβ βασιλεῖ Ἰσραήλ ἐβασίλευσεν Ὀχοζείας υἱὸς Ἰωράμ. 26υἱὸς εἴκοσι καὶ δύο ἐτῶν Ὀχοζείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἰσραήλ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεὶ βασιλέως Ἰσραήλ. 27καὶ ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου καθὼς ὁ οἶκος Ἀχαάβ.

28καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον μετὰ Ἁζαὴλ βασιλέως ἀλλοφύλων ἐν Ῥεμμὼθ Γαλαάδ, καὶ ἐπάταξαν οἱ Σύροι τὸν Ἰωράμ. 29καὶ ἐπέστρεψεν ὁ βασιλεὺς Ἰωρὰμ τοῦ ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν ἐν Ῥεμμὼθ ἐν τῷ πολεμεῖν αὐτὸν μετὰ Ἁζαὴλ βασιλέως Συρίας· καὶ Ὀχοζεὶ υἱὸς Ἰωρὰμ κατέβη τοῦ ἰδεῖν τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ ἐν Ἰσραήλ, ὅτι ἠρρώστει αὐτός.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 7
Top of Page
Top of Page