Ezekiel 35
Berean Greek Bible Par ▾ 

A Prophecy against Mount Seir

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, ἐπίστρεψον τὸ πρόσωπόν σου ἐπ᾽ ὄρος Σηεὶρ καὶ προφήτευσον εἰς αὐτό,

3καὶ εἰπόν Τάδε λέγει κύριος Κύριος Ἰδού ἐγώ ἐπὶ σέ, ὄρος Σηείρ, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σέ καὶ δώσω σε εἰς ἔρημον, καὶ ἐρημωθήσῃ,

4καὶ ταῖς πόλεσίν σου ἐρημίαν ποιήσω, καὶ σὺ ἔρημος ἔσῃ, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.

5ἀντὶ τοῦ γενέσθαι σε ἐχθρὰν αἰωνίαν, καὶ ἐνεκάθισας τῷ οἴκῳ Ἰσραὴλ δόλῳ ἐν χειρὶ ἐχθρῶν μαχαίρᾳ ἐν καιρῷ ἀδικίας ἐπ᾽ ἐσχάτῳ· 6διὰ τοῦτο, ζῶ ἐγώ, λέγει κύριος Κύριος, εἰ μὴν εἰς αἷμα ἥμαρτες, καὶ αἷμά σε διώξεται. 7καὶ δώσω ὄρος Σηεὶρ εἰς ἔρημον καὶ ἠρημωμένον, καὶ ἀπολῶ ἀπ᾽ αὐτοῦ ἀνθρώπους καὶ κτήνη, 8καὶ ἐνπλήσω τῶν τραυματιῶν βουνοὺς καὶ τὰς φάραγγάς σου, καὶ ἐν πᾶσι τοῖς πεδίοις σου τετραυματισμένοι μαχαίρᾳ πεσοῦνται ἐν σοί. 9ἐρημίαν αἰώνιον θήσομαί σε, καὶ αἱ πόλεις σου οὐ μὴ κατοικηθῶσιν ἔτι, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος.

10διὰ τὸ εἰπεῖν σε Τὰ δύο ἔθνη καὶ αἱ δύο χῶραι ἐμαὶ ἔσονται, καὶ κληρονομήσω αὐτάς, καὶ Κύριος ἐκεῖ ἐστιν. 11διὰ τοῦτο, ζῶ ἐγὼ, λέγει Κύριος, καὶ ποιήσω σοι κατὰ τὴν ἔχθραν σου, καὶ γνωσθήσομαί σοι ἡνίκα ἂν κρίνω σε, 12καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος. ἤκουσα τῆς φωνῆς τῶν βλασφημιῶν σου, ὅτι εἶπας Τὰ ὄρη Ἰσραὴλ ἔρημα· ἡμῖν δέδοται εἰς κατάβρωμα, 13καὶ ἐμεγαλορημόνησας ἐπ᾽ ἐμὲ τῷ στόματί σου· ἐγὼ ἤκουσα. 14τάδε λέγει Κύριος Ἐν τῇ εὐφροσύνῃ πάσης τῆς γῆς ἔρημον ποιήσω σε· 15ἔρημον ἔσῃ, ὄρος Σηείρ, καὶ πᾶσα ἡ Ἰδουμαία καὶ ἐξαναλωθήσεται· γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ὁ θεὸς αὐτῶν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Ezekiel 34
Top of Page
Top of Page