Jeremiah 43
Berean Greek Bible Par ▾ 

Jeremiah Taken to Egypt

1καὶ ἐγενήθη ὡς ἐπαύσατο ιερεμιας λέγων πρὸς τὸν λαὸν πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν αὐτὸν κύριος πρὸς αὐτούς πάντας τοὺς λόγους τούτους 2καὶ εἶπεν αζαριας υἱὸς μαασαιου καὶ ιωαναν υἱὸς καρηε καὶ πάντες οἱ ἄνδρες οἱ εἴπαντες τῷ ιερεμια λέγοντες ψεύδη οὐκ ἀπέστειλέν σε κύριος πρὸς ἡμᾶς λέγων μὴ εἰσέλθητε εἰς αἴγυπτον οἰκεῖν ἐκεῖ 3ἀλλ' ἢ βαρουχ υἱὸς νηριου συμβάλλει σε πρὸς ἡμᾶς ἵνα δῷς ἡμᾶς εἰς χεῖρας τῶν χαλδαίων τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικισθῆναι ἡμᾶς εἰς βαβυλῶνα 4καὶ οὐκ ἤκουσεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως καὶ πᾶς ὁ λαὸς τῆς φωνῆς κυρίου κατοικῆσαι ἐν γῇ ιουδα 5καὶ ἔλαβεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως πάντας τοὺς καταλοίπους ιουδα τοὺς ἀποστρέψαντας κατοικεῖν ἐν τῇ γῇ 6τοὺς δυνατοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ νήπια καὶ τὰς θυγατέρας τοῦ βασιλέως καὶ τὰς ψυχάς ἃς κατέλιπεν ναβουζαρδαν μετὰ γοδολιου υἱοῦ αχικαμ καὶ ιερεμιαν τὸν προφήτην καὶ βαρουχ υἱὸν νηριου 7καὶ εἰσῆλθον εἰς αἴγυπτον ὅτι οὐκ ἤκουσαν τῆς φωνῆς κυρίου καὶ εἰσῆλθον εἰς ταφνας

8καὶ ἐγένετο λόγος κυρίου πρὸς ιερεμιαν ἐν ταφνας λέγων 9λαβὲ σεαυτῷ λίθους μεγάλους καὶ κατάκρυψον αὐτοὺς ἐν προθύροις ἐν πύλῃ τῆς οἰκίας φαραω ἐν ταφνας κατ' ὀφθαλμοὺς ἀνδρῶν ιουδα 10καὶ ἐρεῖς οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄξω ναβουχοδονοσορ βασιλέα βαβυλῶνος καὶ θήσει αὐτοῦ τὸν θρόνον ἐπάνω τῶν λίθων τούτων ὧν κατέκρυψας καὶ ἀρεῖ τὰ ὅπλα αὐτοῦ ἐπ' αὐτοὺς 11καὶ εἰσελεύσεται καὶ πατάξει γῆν αἰγύπτου οὓς εἰς θάνατον εἰς θάνατον καὶ οὓς εἰς ἀποικισμόν εἰς ἀποικισμόν καὶ οὕς εἰς ῥομφαίαν εἰς ῥομφαίαν 12καὶ καύσει πῦρ ἐν οἰκίαις θεῶν αὐτῶν καὶ ἐμπυριεῖ αὐτὰς καὶ ἀποικιεῖ αὐτοὺς καὶ φθειριεῖ γῆν αἰγύπτου ὥσπερ φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὐτοῦ καὶ ἐξελεύσεται ἐν εἰρήνῃ 13καὶ συντρίψει τοὺς στύλους ἡλίου πόλεως τοὺς ἐν ων καὶ τὰς οἰκίας αὐτῶν κατακαύσει ἐν πυρί

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Jeremiah 42
Top of Page
Top of Page