Song of Solomon 7
Berean Greek Bible Par ▾ 

Admiration by the Bridegroom

1Τί ὄψεσθε ἐν τῇ Σουμανείτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδάβ. ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου.

2ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις.

3δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος·

4ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἑσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ.

5κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς.

6τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου;

7τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν.

8εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα,

9καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν.

10Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ.

11ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις·

12ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

13οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Song of Solomon 6
Top of Page
Top of Page