Zechariah 12
Berean Greek Bible Par ▾ 

The Coming Deliverance of Jerusalem

1Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ. Λέγει Κύριος, ἐκτείνων οὐρανόν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ

2Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. 3καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. 4ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. 5καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλὴν ἐν Κυρίῳ Παντοκράτορι θεῷ αὐτῶν.

6ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθ᾽ ἑαυτὴν ἐν Ἰερουσαλήμ. 7καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ᾽ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἐπάρσεις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν. 8καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἰερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυείδ, ὁ δὲ οἶκος Δαυεὶδ ὡς οἶκος θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. 9καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἰερουσαλήμ,

Mourning the One They Pierced
(John 19:31–37)

10καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυεὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ ἀνθ᾽ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ τῷ πρωτοτόκῳ.a 11ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, 12καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἴκου Δαυεὶδ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Ναθὰν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· 13φυλὴ οἴκου Λευεὶ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς. 14πᾶσαι αἱ ὑπολελιμμέναι φυλαί, φυλὴ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς.


Footnotes:

10 a Cited in John 19:37


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Zechariah 11
Top of Page
Top of Page