Par 

10 ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα οὐ χρή ἀδελφοί μου ταῦτα οὕτως γίνεσθαι

11 μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν

12 μὴ δύναται ἀδελφοί μου συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ

13 Τίς σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ ἐν πραΰτητι σοφίας

14 εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῇ καρδίᾳ ὑμῶν μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας

15 οὐκ ἔστιν αὕτη σοφία ἄνωθεν κατερχομένη ἀλλὰ ἐπίγειος ψυχική δαιμονιώδης

16 ὅπου γὰρ ζῆλος καὶ ἐριθεία ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα

17 δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν ἔπειτα εἰρηνική ἐπιεικής εὐπειθής μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος ἀνυπόκριτος

18 καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην

James 3:10-18, Hebrew & Greek Study Bible. Public domain.
James 2
Top of Page
Top of Page










Copied