1 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν

2 καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο ὅτι ταῦτα πεπόνθασιν

3 οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε

4 ἐκεῖνοι οἱ δέκα‿ οκτὼ ἐφ’ οὓς ἔπεσεν πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ

5 οὐχί λέγω ὑμῖν ἀλλ’ ἐὰν μὴ μετανοῆτε* πάντες ὡσαύτως ἀπολεῖσθε

6 Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν

7 εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν Ἰδοὺ τρία ἔτη ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω ἔκκοψον [οὖν] αὐτήν ἵνα‿ τί καὶ τὴν γῆν καταργεῖ

8 δὲ ἀποκριθεὶς λέγει αὐτῷ Κύριε ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια

9 κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον εἰ δὲ μή¦γε ἐκκόψεις αὐτήν

Luke 13:1-9, Hebrew & Greek Study Bible. Public domain.
Luke 12
Top of Page
Top of Page
Copied