Psalm 37
Swete's Septuagint ABP ▾  HEB ▾ 

Don't Fret Because of Evildoers

1Τοῦ Δαυείδ. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν·

2ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

3ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν καὶ ποιμανθήσῃ ἐπὶ τῷ πλούτῳ αὐτῆς.

4κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου.

5ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου καὶ ἔλπισον ἐπ᾽ αὐτόν, καὶ αὐτὸς ποιήσει·

6καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρίμα σου ὡς μεσημβρίαν.

7ὑποτάγηθι τῷ κυρίῳ καὶ ἱκέτευσον αὐτόν· μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ζωῇ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας.

8παῦσαι ἀπὸ ὀργῆς καὶ ἐνκατάλιπε θυμόν, μὴ παραζήλου ὥστε πονηρεύεσθαι.

9ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, οἱ δὲ ὑπομένοντες τὸν κύριον αὐτοὶ κληρονομήσουσιν τὴν γῆν.

10καὶ ἔτι ὀλίγον καὶ οὐ μὴ ὑπάρξῃ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕρῃς·

11οἱ δὲ πρᾳεῖς κληρονομήσουσιν γῆν, καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης.

12παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ᾽ αὐτὸν τοὺς ὀδόντας αὐτοῦ·

13ὁ δὲ κύριος ἐκγελάσεται αὐτόν, ὅτι προβλέπει ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ.

14ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί, ἐνέτειναν τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ·

15ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὴν καρδίαν αὐτῶν, καὶ τὰ τόξα αὐτῶν συντριβείησαν.

16κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν.

17ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται, ὑποστηρίζει δὲ τοὺς δικαίους Κύριος.

18γινώσκει Κύριος τὰς ὁδοὺς τῶν ἀμώμων, καὶ ἡ κληρονομία αὐτῶν εἰς τὸν αἰῶνα ἔσται·

19οὐ καταισχυνθήσονται ἐν καιρῷ πονηρῷ, καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται.

20ὅτι οἱ ἁμαρτωλοὶ ἀπολοῦνται, οἱ δὲ ἐχθροὶ τοῦ κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλιπόντες ὡσεὶ καπνὸς ἐξέλιπον.

21δανίζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει, ὁ δὲ δίκαιος οἰκτείρει καὶ διδοῖ.

22ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν, οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται.

23παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει·

24ὅταν πέσῃ οὐ καταραχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ.

25νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα, καὶ οὐκ ἴδον δίκαιον ἐνκαταλελιμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους.

26ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανίζει, καὶ τὸ σπέρμα αὐτοῦ εἰς εὐλογίαν ἔσται.

27ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, καὶ κατασκήνου εἰς αἰῶνα αἰῶνος.

28ὅτι Κύριος ἀγαπᾷ κρίσιν, καὶ οὐκ ἐνκαταλείψει τοὺς ὁσίους αὐτοῦ, εἰς τὸν αἰῶνα φυλαχθήσονται· ἄμωμοι ἐκδικηθήσονται, καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.

29δίκαιοι δὲ κληρονομήσουσι γῆν, καὶ κατασκηνώσουσιν εἰς αἰῶνα αἰῶνος ἐπ᾽ αὐτῆς.

30στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν·

31ὁ νόμος τοῦ θεοῦ αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ.

32κατανοήσει ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ ζητεῖ τοῦ θανατῶσαι αὐτόν·

33ὁ δὲ κύριος οὐ μὴ ἐνκαταλίπῃ αὐτὸν εἰς τὰς χεῖρας αὐτοῦ, οὐδὲ μὴ καταδικάσῃ αὐτὸν ὅταν κρίνηται αὐτῷ.

34ὑπόμεινον τὸν κύριον καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ, καὶ ὑψώσει σε τοῦ κατακληρονομῆσαι τὴν γῆν, ἐν τῷ ἐξολεθρεύεσθαι ἁμαρτωλοὺς ὄψῃ.

35εἶδον ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου·

36καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

37φύλασσε ἀκακίαν καὶ ἴδε εὐθύτητα, ὅτι ἐστὶν ἐνκατάλιμμα ἀνθρώπῳ εἰρηνικῷ.

38οἱ δὲ παράνομοι ἐξολεθρευθήσονται ἐπὶ τὸ αὐτό, τὰ ἐνκαταλίμματα τῶν ἀσεβῶν ἐξολεθρευθήσονται.

39σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίῳ, καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν ἐν καιρῷ θλίψεως·

40καὶ βοηθήσει αὐτοῖς Κύριος καὶ ῥύσεται αὐτούς, καὶ ἐξελεῖται αὐτοὺς ἐξ ἁμαρτωλῶν καὶ σώσει αὐτούς, ὅτι ἤλπισαν ἐπ᾽ αὐτόν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 36
Top of Page
Top of Page