Jeremiah 36
Berean Greek Bible Par ▾ 

Jeremiah’s Scroll Read in the Temple

1καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ ιωακιμ υἱοῦ ιωσια βασιλέως ιουδα ἐγενήθη λόγος κυρίου πρός με λέγων 2λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ ιερουσαλημ καὶ ἐπὶ ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔθνη ἀφ' ἧς ἡμέρας λαλήσαντός μου πρός σε ἀφ' ἡμερῶν ιωσια βασιλέως ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης 3ἴσως ἀκούσεται ὁ οἶκος ιουδα πάντα τὰ κακά ἃ ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν

4καὶ ἐκάλεσεν ιερεμιας τὸν βαρουχ υἱὸν νηριου καὶ ἔγραψεν ἀπὸ στόματος ιερεμιου πάντας τοὺς λόγους κυρίου οὓς ἐχρημάτισεν πρὸς αὐτόν εἰς χαρτίον βιβλίου 5καὶ ἐνετείλατο ιερεμιας τῷ βαρουχ λέγων ἐγὼ φυλάσσομαι οὐ μὴ δύνωμαι εἰσελθεῖν εἰς οἶκον κυρίου 6καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας καὶ ἐν ὠσὶ παντὸς ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς 7ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς ὅτι μέγας ὁ θυμὸς καὶ ἡ ὀργὴ κυρίου ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον 8καὶ ἐποίησεν βαρουχ κατὰ πάντα ἃ ἐνετείλατο αὐτῷ ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου

9καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς ὁ λαὸς ἐν ιερουσαλημ καὶ οἶκος ιουδα 10καὶ ἀνεγίνωσκε βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ γαμαριου υἱοῦ σαφαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προθύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ

Jeremiah’s Scroll Read in the Palace

11καὶ ἤκουσεν μιχαιας υἱὸς γαμαριου υἱοῦ σαφαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου 12καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάθηντο ελισαμα ὁ γραμματεὺς καὶ δαλαιας υἱὸς σελεμιου καὶ ελναθαν υἱὸς ακχοβωρ καὶ γαμαριας υἱὸς σαφαν καὶ σεδεκιας υἱὸς ανανιου καὶ πάντες οἱ ἄρχοντες 13καὶ ἀνήγγειλεν αὐτοῖς μιχαιας πάντας τοὺς λόγους οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ 14καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς βαρουχ υἱὸν νηριου τὸν ιουδιν υἱὸν ναθανιου υἱοῦ σελεμιου υἱοῦ χουσι λέγοντες τὸ χαρτίον ἐν ᾧ σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε καὶ ἔλαβεν βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς 15καὶ εἶπαν αὐτῷ πάλιν ἀνάγνωθι εἰς τὰ ὦτα ἡμῶν καὶ ἀνέγνω βαρουχ 16καὶ ἐγενήθη ὡς ἤκουσαν πάντας τοὺς λόγους συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ἀναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους 17καὶ τὸν βαρουχ ἠρώτησαν λέγοντες πόθεν ἔγραψας πάντας τοὺς λόγους τούτους 18καὶ εἶπεν βαρουχ ἀπὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι ιερεμιας πάντας τοὺς λόγους τούτους καὶ ἔγραφον ἐν βιβλίῳ 19καὶ εἶπαν τῷ βαρουχ βάδισον κατακρύβηθι σὺ καὶ ιερεμιας ἄνθρωπος μὴ γνώτω ποῦ ὑμεῖς

Jehoiakim Burns the Scroll

20καὶ εἰσῆλθον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν καὶ τὸ χαρτίον ἔδωκαν φυλάσσειν ἐν οἴκῳ ελισαμα καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους 21καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν ιουδιν λαβεῖν τὸ χαρτίον καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου ελισαμα καὶ ἀνέγνω ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα 22καὶ ὁ βασιλεὺς ἐκάθητο ἐν οἴκῳ χειμερινῷ καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ 23καὶ ἐγενήθη ἀναγινώσκοντος ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας ἕως ἐξέλιπεν πᾶς ὁ χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας 24καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους 25καὶ ελναθαν καὶ γοδολιας καὶ γαμαριας ὑπέθεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον 26καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ σαραια υἱῷ εσριηλ συλλαβεῖν τὸν βαρουχ καὶ τὸν ιερεμιαν καὶ κατεκρύβησαν

Jeremiah Rewrites the Scroll

27καὶ ἐγένετο λόγος κυρίου πρὸς ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον πάντας τοὺς λόγους οὓς ἔγραψεν βαρουχ ἀπὸ στόματος ιερεμιου λέγων 28πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου οὓς κατέκαυσεν ὁ βασιλεὺς ιωακιμ 29καὶ ἐρεῖς οὕτως εἶπεν κύριος σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων διὰ τί ἔγραψας ἐπ' αὐτῷ λέγων εἰσπορευόμενος εἰσπορεύσεται ὁ βασιλεὺς βαβυλῶνος καὶ ἐξολεθρεύσει τὴν γῆν ταύτην καὶ ἐκλείψει ἀπ' αὐτῆς ἄνθρωπος καὶ κτήνη 30διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ ιωακιμ βασιλέα ιουδα οὐκ ἔσται αὐτῷ καθήμενος ἐπὶ θρόνου δαυιδ καὶ τὸ θνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός 31καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας ιερουσαλημ καὶ ἐπὶ γῆν ιουδα πάντα τὰ κακά ἃ ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν

32καὶ ἔλαβεν βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου οὗ κατέκαυσεν ιωακιμ καὶ ἔτι προσετέθησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Jeremiah 35
Top of Page
Top of Page