Revelation 5
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1Then I saw a scroll in the right hand of the One seated on the throne. It had writing on both sides and was sealed with seven seals.1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά
2And I saw a mighty angel proclaiming in a loud voice, “Who is worthy to break the seals and open the scroll?”2καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ Τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ
3But no one in heaven or on earth or under the earth was able to open the scroll or look inside it.3Καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
4And I began to weep bitterly, because no one was found worthy to open the scroll or look inside it.4καὶ ‹ἐγὼ› ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό
5Then one of the elders said to me, “Do not weep! Behold, the Lion of the tribe of Judah, the Root of David, has triumphed to open the scroll and its seven seals.”5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι Μὴ κλαῖε ἰδοὺ ἐνίκησεν Λέων ἐκ τῆς φυλῆς Ἰούδα Ῥίζα Δαυίδ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ
6Then I saw a Lamb who appeared to have been slain, standing in the center of the throne, encircled by the four living creatures and the elders. The Lamb had seven horns and seven eyes, which represent the seven Spirits of God sent out into all the earth.6Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων Ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον ἔχων κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά οἵ εἰσιν τὰ ἑπτὰ Πνεύματα τοῦ Θεοῦ ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν
7And He came and took the scroll from the right hand of the One seated on the throne.7καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου
8When He had taken the scroll, the four living creatures and the twenty-four elders fell down before the Lamb. Each one had a harp, and they were holding golden bowls full of incense, which are the prayers of the saints.8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ Ἀρνίου ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων
9And they sang a new song: “Worthy are You to take the scroll and open its seals, because You were slain, and by Your blood You purchased for God those from every tribe and tongue and people and nation.9καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους
10You have made them into a kingdom, priests to serve our God, and they will reign upon the earth.”10καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλείαν καὶ ἱερεῖς καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς
11Then I looked, and I heard the voices of many angels and living creatures and elders encircling the throne, and their number was myriads of myriads and thousands of thousands.11Καὶ εἶδον καὶ ἤκουσα φωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων καὶ ἦν ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων
12In a loud voice they said: “Worthy is the Lamb who was slain, to receive power and riches and wisdom and strength and honor and glory and blessing!”12λέγοντες φωνῇ μεγάλῃ Ἄξιόν* ἐστιν τὸ Ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν
13And I heard every creature in heaven, and on earth, and under the earth, and in the sea, and all that is in them, saying: “To Him who sits on the throne, and to the Lamb, be praise and honor and glory and power forever and ever!”13Καὶ πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς θαλάσσης 〈ἐστίν〉 καὶ τὰ ἐν αὐτοῖς πάντα ἤκουσα λέγοντας Τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ καὶ τῷ Ἀρνίῳ εὐλογία καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
14And the four living creatures said, “Amen,” and the elders fell down and worshiped.14Καὶ τὰ τέσσαρα ζῷα ἔλεγον Ἀμήν καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν {ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων}
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 4
Top of Page
Top of Page