1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων

2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ὅτι κοιναῖς χερσίν τοῦτ’ ἔστιν ἀνίπτοις ἐσθίουσιν τοὺς ἄρτους

3 Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων

4 καὶ ἀπ’ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται* οὐκ ἐσθίουσιν καὶ ἄλλα πολλά ἐστιν παρέλαβον κρατεῖν βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ‹καὶ κλινῶν›

5 Καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς Διὰ τί οὐ περιπατοῦσιν οἱ μαθηταί σου κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον

6 δὲ εἶπεν αὐτοῖς Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν ὡς γέγραπται ὅτι Οὗτος λαὸς τοῖς χείλεσίν με τιμᾷ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ

7 Μάτην δὲ σέβονταί με Διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων

8 Ἀφέντες τὴν ἐντολὴν τοῦ Θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων ⧼βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε⧽

9 Καὶ ἔλεγεν αὐτοῖς Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ Θεοῦ ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε

Mark 7:1-9, Hebrew & Greek Study Bible. Public domain.
Mark 6
Top of Page
Top of Page
Copied