1 Kings 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

Solomon Builds the Temple

1Καὶ ἐγενήθη ἐν τῷ τεσσερακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ Ἰσραήλ, 2καὶ αἴρουσιν λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου καὶ λίθους ἀπελεκήτους· 3καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν καὶ οἱ υἱοὶ Χειράμ, καὶ ἔβαλαν αὐτούς. 4ἐν τῷ ἔτει τῷ τετάρτῳ ἐθεμελίωσεν τὸν οἶκον Κυρίου, ἐν μηνὶ Νεισῷ καὶ τῷ δευτέρῳ μηνί.

The Chambers

5ἐν ἑνδεκάτῳ ἐνιαυτῷ ἐν μηνὶ Βαάδ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ. 6καὶ ὁ οἶκος ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς τῷ κυρίῳ, τεσσεράκοντα μῆκος αὐτοῦ, καὶ εἴκοσι ἐν πήχει πλάτος αὐτοῦ, καὶ πέντε καὶ εἴκοσι ἐν πήχει τὸ ὕψος αὐτοῦ.

7καὶ τὸ αἰλὰμ κατὰ πρόσωπον τοῦ ναοῦ, εἴκοσι ἐν πήχει μῆκος αὐτοῦ εἰς τὸ πλάτος τοῦ οἴκου κατὰ πρόσωπον τοῦ οἴκου.

8καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν. 9καὶ ἐποίησεν τῷ οἴκῳ θυρίδας παρακυπτομένας κρυπτάς. 10καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τοῖχον τοῦ οἴκου μέλαθρα κυκλόθεν τῷ ναῷ καὶ τῷ δαβείρ.

God's Promise

11ἡ πλευρὰ ἡ ὑποκάτω πέντε πήχεων ἐν πήχει τὸ πλάτος αὐτῆς, καὶ τὸ μέσον ἕξ, καὶ ἡ τρίτη ἑπτὰ ἐν πήχει τὸ πλάτος αὐτῆς· ὅτι διάστημα ἔδωκεν τῷ οἴκῳ κυκλόθεν ἔξωθεν τοῦ οἴκου, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. 12καὶ ὁ οἶκος ἐν τῷ οἰκοδομεῖσθαι αὐτὸν λίθοις ἀκροτόμοις ἀργοῖς ᾠκοδομήθη· καὶ σφῦρα καὶ πέλεκυς καὶ πᾶν σκεῦος σιδηροῦν οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ ἐν τῷ οἰκοδομεῖσθαι αὐτόν. 13καὶ ὁ πυλὼν τῆς πλευρᾶς τῆς ὑποκάτωθεν ὑπὸ τὴν ὠμίαν τοῦ οἴκου τὴν δεξιάν, καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα.

14καὶ ᾠκοδόμησεν τὸν οἶκον καὶ συνετέλεσεν αὐτόν· καὶ ἐκοιλοστάθμησεν τὸν οἶκον κέδροις.

The Temple's Interior

15καὶ ᾠκοδόμησεν τοὺς ἐνδέσμους δι᾽ ὅλου τοῦ οἴκου πέντε ἐν πήχει τὸ ὕψος αὐτοῦ, καὶ συνέσχεν τὸν σύνδεσμον ἐν ξύλοις κεδρίνοις. 16καὶ ᾠκοδόμησεν τοὺς τοίχους τοῦ οἴκου διὰ ξύλων κεδρίνων ἀπὸ τοῦ ἐδάφους τοῦ οἴκου καὶ ἕως τῶν δοκῶν καὶ ἕως τῶν τοίχων· ἐκοιλοστάθμησεν συνεχόμενος ξύλοις ἔσωθεν, καὶ περιέσχεν τὸ ἔσω τοῦ οἴκου ἐν πλευραῖς πευκίναις. 17καὶ ᾠκοδόμησεν τοὺς εἴκοσι πήχεις ἀπ᾽ ἄκρου τοῦ τοίχου, τὸ πλευρὸν τὸ ἓν ἀπὸ τοῦ ἐδάφους ἕως τῶν δοκῶν· καὶ ἐποίησεν ἐκ τοῦ δαβεὶρ εἰς τὸ ἅγιον τῶν ἁγίων. 18καὶ τεσσεράκοντα πηχῶν ἦν ὁ ναὸς κατὰ πρόσωπον τοῦ δαβεὶρ ἐν μέσῳ τοῦ οἴκου ἔσωθεν, δοῦναι ἐκεῖ τὴν κιβωτὸν διαθήκης Κυρίου. 19εἴκοσι πήχεις μῆκος, καὶ εἴκοσι πήχεις πλάτος, καὶ εἴκοσι πήχεις τὸ ὕψος αὐτοῦ. 20καὶ περιέσχεν αὐτὸν χρυσίῳ συνκεκλεισμένῳ· καὶ ἐποίησεν θυσιαστήριον κατὰ πρόσωπον τοῦ δαβεὶρ καὶ περιέσχεν αὐτὸν χρυσίῳ. 21καὶ ὅλον τὸν οἶκον περιέσχεν χρυσίῳ ἕως συντελείας παντὸς τοῦ οἴκου. 22καὶ ἐποίησεν ἐν τῷ δαβεὶρ δύο χερουβεὶν δέκα πήχεων μέγεθος ἐσταθμωμένον.

The Cherubim

23καὶ πέντε πήχεων πτερύγιον αὐτοῦ· τὸ δεύτερον δὲ ἐν πήχει δέκα ἀπὸ μέρους πτερυγίου αὐτοῦ. 24οὕτως τῷ χεροὺβ τῷ δευτέρῳ, ἐν μέτρῳ ἑνὶ συντέλεια μία· ἀμφοτέροις συντέλεια μία· 25καὶ τὸ ὕψος τοῦ χερουβεὶν ἐν πήχει, καὶ οὕτως τὸ χερουβεὶν τὸ δεύτερον. 26καὶ ἀμφότερα χερουβεὶν ἐν μέσῳ τοῦ οἴκου τοῦ ἐσωτάτου· καὶ διεπέτασεν τὰς πτέρυγας αὐτῶν, καὶ ἥπτετο πτέρυξ μία τοῦ τοίχου, καὶ πτέρυξ ἥπτετο τοῦ τοίχου τοῦ δευτέρου· καὶ αἱ πτέρυγες αὐτοῦ αἱ ἐν μέσῳ τοῦ οἴκου ἥπτοντο πτέρυξ πτέρυγος. 27καὶ περιέσχεν τὰ χερουβεὶν χρυσίῳ. 28πάντας τοὺς τοίχους τοῦ οἴκου κύκλῳ ἐκκολαπτὰ ἔγραψεν γραφίδι χερουβείν, καὶ φοίνικες τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ.

29καὶ τὸ ἔδαφος τοῦ οἴκου περιέσχεν χρυσίῳ, τοῦ ἐσωτάτου καὶ τοῦ ἐξωτάτου. 30καὶ τῷ θυρώματι τοῦ δαβεὶρ ἐποίησεν θύρας ξυλίνων ἀρκευθίνων·

The Doors

31στοαὶ τετραπλῶς. 32ἐν ἀμφοτέραις ταῖς θύραις ξύλα πεύκινα· δύο πτυχαὶ καὶ ἡ θύρα ἡ μία καὶ στροφεῖς αὐτῶν, καὶ δύο πτυχαὶ ἡ θύρα ἡ δευτέρα, στρεφόμενα.

33ἐκκεκολαμμένα χερουβεὶν καὶ φοίνικες καὶ διαπεπετασμένα πέταλα, καὶ περιεχόμενα χρυσίῳ καταγομένῳ ἐπὶ τὴν ἐκτύπωσιν. 34καὶ ᾠκοδόμησεν τὴν αὐλὴν τὴν ἐσωτάτην, τρεῖς στίχους ἀπελεκήτων, καὶ στίχος κατειργασμένης κέδρου κυκλόθεν. καὶ ᾠκοδόμησε καταπέτασμα τῆς αὐλῆς τοῦ αἰλὰμ τοῦ οἴκου τοῦ κατὰ πρόσωπον τοῦ ναοῦ. 35

The Courtyard

36

37 38

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Kings 5
Top of Page
Top of Page