Deuteronomy 26
Swete's Septuagint ABP ▾  HEB ▾ 

Offering Firstfruits and Tithes

1Καὶ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ θεός σου δίδωσίν σοι κληρονομῆσαι, καὶ κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾽ αὐτήν, 2καὶ λήμψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον, καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ· 3καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐρεῖς πρὸς αὐτόν Ἀναγγέλλω σήμερον Κυρίῳ τῷ θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν ἣν ὤμοσεν Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν. 4καὶ λήμψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου, καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου Κυρίου τοῦ θεοῦ σου· 5καὶ ἀποκριθεὶς ἐρεῖ ἔναντι Κυρίου τοῦ θεοῦ σου Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον, καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ, καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολύ. 6καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι, καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά· 7καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἴδεν τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν· 8καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ, καὶ ἐν ὁράμασιν μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασιν· 9καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον, καὶ ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ῥέουσαν γάλα καὶ μέλι. 10καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς ἧς ἔδωκάς μοι, Κύριε, γῆν ῥέουσαν γάλα καὶ μέλι. καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ θεοῦ σου· 11καὶ εὐφρανθήσῃ ἐν πᾶσιν τοῖς ἀγαθοῖς οἷς ἔδωκέν σοι Κύριος ὁ θεός σου, καὶ ἡ οἰκία σου καὶ ὁ Λευείτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί.

12Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσίν σου καὶ εὐφρανθήσονται. 13καὶ ἐρεῖς ἐναντίον Κυρίου τοῦ θεοῦ σου Ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου, καὶ ἔδωκα αὐτὰ τῷ Λευείτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, κατὰ πάσας τὰς ἐντολὰς ἃς ἐνετείλω μοι· οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην· 14καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ᾽ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ᾽ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ᾽ αὐτῶν τῷ τεθνηκότι· ἐπήκουσα τῆς φωνῆς Κυρίου τοῦ θεοῦ ἡμῶν, ἐπήκουσα καθότι ἐνετείλω μοι. 15κάθιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ, καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ῥέουσαν γάλα καὶ μέλι.

Obey the Lord's Commands

16Ἐν τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα· καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν. 17τὸν θεὸν εἵλου σήμερον εἶναί σου θεόν, καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ· 18καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπεν, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ· 19καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέν σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν ἅγιον Κυρίῳ τῷ θεῷ σου, καθὼς ἐλάλησεν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Deuteronomy 25
Top of Page
Top of Page