Ezra 2
Swete's Septuagint ABP ▾  HEB ▾ 

The List of Returning Exiles

1Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἐκ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀποίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ Ἰουδὰ ἀνὴρ εἰς πόλιν αὐτοῦ· 2οἳ ἦλθον μετὰ Ζοροβαβέλ, Ἰησοῦς, Νεέμιος, Ἀραίας, Ῥεελειά, Μαραθχαῖος, Βασφάμ, Μαλσάρ, Βατουσί, Βαλλειά. ἀνδρῶν ἀριθμὸς Ἰσραήλ· 3υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο· 4καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο· 5υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε· 6υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο· 7υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· 8υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε· 9υἱοὶ Ζακχού, ἑπτακόσιοι ἑξήκοντα· 10υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο· 11υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς· 12υἱοὶ Ἀσγάδ, τρισχίλιοι διακόσιοι εἴκοσι δύο· 13υἱοὶ Ἀδωνικάν, ἑξακόσιοι ἑξήκοντα ἕξ· 14υἱοὶ Βαογεὶ, δισχίλιοι πεντήκοντα ἕξ· 15υἱοὶ Ἀδίν, τετρακόσιοι πεντήκοντα τέσσαρες· 16υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα δύο· 17υἱοὶ Βασού, τριακόσιοι εἴκοσι τρεῖς· 18υἱοὶ Οὐρά, ἑκατὸν δέκα δύο· 19υἱοὶ Ἁσέμ, διακόσιοι εἴκοσι τρεῖς· 20υἱοὶ Ταβέρ, ἐνενήκοντα πέντε· 21υἱοὶ Βαρθαλέεμ, ἑκατὸν εἴκοσι τρεῖς· 22υἱοὶ Νετωφά, πεντήκοντα ἕξ· 23υἱοὶ Ἀναθώθ, ἑκατὸν εἴκοσι ὀκτώ· 24υἱοὶ Ἀσμώθ, τεσσεράκοντα δύο· 25υἱοὶ Καριωθιαρόμ, Καφειρὰ καὶ Βηρώθ, ἑπτακόσιοι τεσσεράκοντα τρεῖς· 26υἱοὶ Ἁρὰμ καὶ Γάβαα, ἑξακόσιοι εἴκοσι εἷς· 27ἄνδρες Μαχμάς, ἑκατὸν εἴκοσι δύο· 28ἄνδρες Γαιθὴλ καὶ Ἀιά, διακόσιοι εἴκοσι τρεῖς· 29υἱοὶ Ναβού, πεντήκοντα δύο· 30υἱοὶ Μαγεβώς, ἑκατὸν πεντήκοντα ἕξ· 31υἱοὶ Ἠλαμάρ, δισχίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· 32υἱοὶ Ἡράμ, τριακόσιοι εἴκοσι· 33υἱοὶ Λόδ, Ἁρὼθ καὶ Ὠνών, ἑξακόσιοι εἴκοσι πέντε· 34υἱοὶ Ἰερειά, τριακόσιοι τεσσεράκοντα πέντε· 35υἱοὶ Σαανά, τρισχίλιοι ἑξακόσιοι τριάκοντα.

The Priests

36καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεουδὰ τῷ οἴκῳ Ἰησοῖ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς· 37υἱοὶ Ἐμμήρ, α πεντήκοντα δύο· 38υἱοὶ Φασσούρ, α διακόσιοι τεσσεράκοντα ἑπτά· 39

The Levites, Singers, Gatekeepers

40καὶ οἱ Λευεῖται· υἱοὶ Ἰησοῦε καὶ Καδμιὴλ τοῖς υἱοῖς Σοδουιά, ἑβδομήκοντα τέσσαρες· 41οἱ ᾄδοντες υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ· 42υἱοὶ τῶν πυλῶν υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούμ, υἱοὶ Ἁτητά, υἱοὶ Ἀβαού, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα.

The Temple Servants

43οἱ Ναθεινίμ· υἱοὶ Σουθιά, υἱοὶ Ἁσουφέ, υἱοὶ Ταβώθ, 44υἱοὶ Καδής, υἱοὶ Σωήλ, υἱοὶ Φαδών, 45υἱοὶ Λαβανώ, υἱοὶ Ἁγαβά, υἱοὶ Ἀκαβώθ, 46υἱοὶ Ἁγάβ, υἱοὶ Σαμαάν, υἱοὶ Ἁνάν, 47υἱοὶ Κεδέδ, υἱοὶ Γάελ, υἱοὶ Ῥεήλ, 48υἱοὶ Ῥασών, υἱοὶ Νεχωδά, υἱοὶ Γαζέμ, 49υἱοὶ Οὐσά, υἱοὶ Φισόν, υἱοὶ Βασεί, 50υἱοὶ Ἀσενά, υἱοὶ Μανωεμείν, υἱοὶ Ναφεισών, 51υἱοὶ Βακκούκ, υἱοὶ Ἁφεικά, υἱοὶ Ἁρούρ, 52υἱοὶ Βασαδῶε, υἱοὶ Μαουδά, υἱοὶ Ἁρησά, 53υἱοὶ Βαρκούς, υἱοὶ Θέμα, 54υἱοὶ Νασούς, υἱοὶ Ἁτουφά,

Descendants of Solomon's Servants

55υἱοὶ Ἀβδησέλ, υἱοὶ Σατεί, υἱοὶ Ἁσεφῆραθ, υἱοὶ Φαδουρά, 56υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδηά, 57υἱοὶ Σαφατειά, υἱοὶ Ἁτειά, υἱοὶ Φασράθ, υἱοὶ Ἁσεβωείν, υἱοὶ Ἠμεί·

58πάντες οἱ Ναθεινὶν καὶ υἱοὶ Ἀσεδησελμὰ τοβ᾽.

59καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θερμέλεθ, Θααρησά, Χαρούς, Ἠδάν, Ἐμήρ· καὶ οὐκ ἠδυνάσθησαν ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐν Ἰσραὴλ εἰσίν· 60υἱοὶ Λαχεά, υἱοὶ Βουά, υἱοὶ Τωβειά, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντήκοντα δύο.

Priests Removed

61καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβειά, υἱοὶ Ἁκούς, υἱοὶ Ζαρβελθεί, ὅς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαεὶ τοῦ Γαλααδείτου γυναῖκα καὶ ἐκλήθη ἐν ὀνόματι αὐτῶν· 62οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσείμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. 63καὶ εἶπεν Ἁθερσαὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις.

The Full Number and Possessions

64Πᾶσα δὲ ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα, 65χωρὶς δούλων αὐτῶν παιδισκῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα τέσσαρες· καὶ οὗτοι ᾄδοντες καὶ ᾠδαὶ διακόσιοι. 66ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα καὶ ἡμίονοι αὐτῶν διακόσιοι τεσσεράκοντα πέντε· 67κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε· ὄνοι αὐτῶν ἑπτακόσιοι εἴκοσι.

The Exiles' Offerings

68Καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· 69ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν· μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μναῖ πεντακισχίλιαι, καὶ κοθωνοὶ τῶν ἱερέων ἑκατόν.

70καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Θανιεὶμ ἐν πόλεσιν αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezra 1
Top of Page
Top of Page