Genesis 43
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Return to Egypt with Benjamin

1Ὁ δὲ λιμὸς ἐνίσχυσεν ἐπὶ τῆς γῆς. 2ἐγένετο δὲ ἡνίκα συνετέλεσαν καταφαγεῖν τὸν σῖτον ὃν ἤνεγκαν ἐξ Αἰγύπτου, καὶ εἶπεν αὐτοῖς ὁ πατὴρ αὐτῶν Πάλιν πορευθέντες πρίασθε ἡμῖν μικρὰ βρώματα. 3εἶπεν δὲ αὐτῷ Ἰούδας λέγων Διαμαρτυρίᾳ διαμεμαρτύρηται ἡμῖν ὁ ἄνθρωπος λέγων Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος καταβῇ πρὸς μέ. 4εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ᾽ ἡμῶν, καταβησόμεθα καὶ ἀγοράσωμέν σοι βρώματα· 5εἰ δὲ μὴ ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν μεθ᾽ ἡμῶν, οὐ πορευσόμεθα· ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν λέγων Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος μεθ᾽ ὑμῶν ᾖ. 6εἶπεν δὲ Ἰσραήλ Τί ἐκακοποιήσατέ μοι, ἀναγγείλαντες τῷ ἀνθρώπῳ εἰ ἔστιν ὑμῖν ἀδελφός; 7οἱ δὲ εἶπαν Ἐρωτῶν ἐπηρώτησεν ἡμᾶς ὁ ἄνθρωπος καὶ τὴν γενεὰν ἡμῶν, λέγων Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ; εἰ ἔστιν ὑμῖν ἀδελφός; καὶ ἀπηγγείλαμεν αὐτῷ κατὰ τὴν ἐπερώτησιν αὐτοῦ. μὴ ᾔδειμεν εἰ ἐρεῖ ἡμῖν Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; 8εἶπεν δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ᾽ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν καὶ ἡμεῖς καὶ σὺ καὶ ἡ ἀποσκευὴ ἡμῶν. 9ἐγὼ δὲ ἐκδέχομαι αὐτόν, ἐκ χειρός μου ζήτησον αὐτόν· ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ καὶ στήσω αὐτὸν ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι πρὸς σὲ πάσας τὰς ἡμέρας. 10εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς.

11εἶπεν δὲ αὐτοῖς Ἰσραὴλ ὁ πατὴρ αὐτῶν Εἰ οὕτως ἐστίν, τοῦτο ποιήσατε· λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγίοις ὑμῶν, καὶ καταγάγετε τῷ ἀνθρώπῳ δῶρα, τῆς ῥιτίνης καὶ τοῦ μέλιτος, θυμίαμα καὶ στακτὴν καὶ τερέμινθον καὶ κάρυα. 12καὶ τὸ ἀργύριον δισσὸν λάβετε ἐν ταῖς χερσὶν ὑμῶν· τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ὑμῶν ἀποστρέψατε μεθ᾽ ὑμῶν· μή ποτε ἀγνόημά ἐστιν. 13καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. 14ὁ δὲ θεός μου δῴη ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ ⸆ τὸν Βενιαμείν· ἐγὼ μὲν γὰρ καθὰ ἠτέκνωμαι ἠτέκνωμαι. 15Λαβόντες δὲ οἱ ἄνδρες τὰ δῶρα ταῦτα, καὶ τὸ ἀργύριον διπλοῦν ἔλαβον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὸν Βενιαμείν· καὶ ἀναστάντες κατέβησαν εἰς Αἴγυπτον, καὶ ἔστησαν ἐναντίον Ἰωσήφ.

Joseph's Hospitality to his Brothers

16ἴδεν δὲ Ἰωσὴφ αὐτοὺς καὶ τὸν Βενιαμεὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ ἐνετείλατο τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ εἰσαγαγεῖν τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν Καὶ σφάξον θύματα καὶ ἑτοίμασον· μετ᾽ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι ἄρτους τὴν μεσημβρίαν ⸆ 17ἐποίησεν δὲ ὁ ἄνθρωπος καθὰ εἶπεν Ἰωσήφ, καὶ εἰσήγαγεν τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν Ἰωσήφ. 18ἰδόντες δὲ οἱ ἄνθρωποι ὅτι εἰσηνέχθησαν εἰς τὸν οἶκον Ἰωσὴφ εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα, τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας καὶ τοὺς ὄνους ἡμῶν. 19προσελθόντες δὲ πρὸς τὸν ἄνθρωπον τὸν ἐπὶ τοῦ οἴκου Ἰωσὴφ ἐλάλησαν αὐτῷ ἐν τῷ πυλῶνι τοῦ οἴκου 20λέγοντες Δεόμεθα, κύριε· κατέβημεν τὴν ἀρχὴν πρίασθαι βρώματα· 21καὶ ἐγένετο ἡνίκα ἤλθομεν εἰς τὸ καταλῦσαι καὶ ἠνοίξαμεν τοὺς μαρσίππους ἡμῶν, καὶ τόδε τὸ ἀργύριον ἑκάστου ἐν τῷ μαρσίππῳ αὐτοῦ. τὸ ἀργύριον ἡμῶν ἐν σταθμῷ ἀπεστρέψαμεν νῦν ἐν τοῖς μαρσίπποις ἡμῶν, 22καὶ ἀργύριον ἕτερον ἠνέγκαμεν μεθ᾽ ἑαυτῶν ἀγοράσαι βρώματα· οὐκ οἴδαμεν τίς ἐνέβαλεν τὸ ἀργύριον εἰς τοὺς μαρσίππους ἡμῶν. 23εἶπεν δὲ αὐτοῖς ὁ ἄνθρωπος Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ θεὸς ὑμῶν καὶ ὁ θεὸς τῶν πατέρων ὑμῶν ἔδωκεν ὑμῖν θησαυροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν· τὸ δὲ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. καὶ ἐξήγαγεν πρὸς αὐτοὺς Συμεών· 24καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν, καὶ ἤνεγκεν χορτάσματα τοῖς ὄνοις αὐτῶν. 25ἡτοίμασαν δὲ τὰ δῶρα ἕως τοῦ ἐλθεῖν Ἰωσὴφ μεσημβρίᾳ· ἤκουσαν γὰρ ὅτι ἐκεῖ μέλλει ἀριστᾷν.

26εἰσῆλθεν δὲ Ἰωσὴφ εἰς τὴν οἰκίαν, καὶ προσήνεγκαν αὐτῷ τὰ δῶρα ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 27ἠρώτησεν δὲ αὐτούς Πῶς ἔχετε; καὶ εἶπεν αὐτοῖς Εἰ ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτερος ὃν εἴπατε; ἔτι ζῇ; 28οἱ δὲ εἶπαν Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. καὶ εἶπεν Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ θεῷ. καὶ κύψαντες προσεκύνησαν. 29ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσὴφ ἴδεν Βενιαμεὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν αὐτοῖς Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρὸς μὲ ἀγαγεῖν; καὶ εἶπεν Ὁ θεὸς ἐλεήσαι σε, τέκνον. 30ἐταράχθη δὲ Ἰωσήφ, συνεστρέφετο γὰρ τὰ ἔντερα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον ἔκλαυσεν ἐκεῖ. 31καὶ νιψάμενος τὸ πρόσωπον ἐξελθὼν ἐνεκρατεύσατο, καὶ εἶπεν Παράθετε ἄρτους. 32καὶ παρέθηκαν αὐτῷ μόνῳ, καὶ αὐτοῖς καθ᾽ ἑαυτούς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσιν μετ᾽ αὐτοῦ καθ᾽ ἑαυτούς· οὐ γὰρ ἐδύναντο οἱ Αἰγύπτιοι συνεσθίειν μετὰ τῶν Ἐβραίων ἄρτους, βδέλυγμα γάρ ἐστιν τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων. 33ἐκάθισαν δὲ ἐναντίον αὐτοῦ, ὁ πρωτότοκος κατὰ τὰ πρεσβεῖα αὐτοῦ καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ· ἐξίσταντο δὲ οἱ ἄνθρωποι ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ. 34ἦραν δὲ μερίδα παρ᾽ αὐτοῦ πρὸς αὐτούς· ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμεὶν παρὰ τὰς μερίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. ἔπιον δὲ καὶ ἐμεθύσθησαν μετ᾽ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 42
Top of Page
Top of Page