Romans 7
Study Bible ABP ▾ 
Released from the Law

ἀγνοεῖτε ἀδελφοί γινώσκουσιν γὰρ νόμον λαλῶ ὅτι νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ ἐὰν δὲ ἀποθάνῃ ἀνήρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ ἐὰν δὲ ἀποθάνῃ ἀνήρ ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ

Ὥστε ἀδελφοί μου καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ εἰς τὸ γενέσθαι ὑμᾶς ἑτέρῳ τῷ ἐκ νεκρῶν ἐγερθέντι ἵνα καρποφορήσωμεν τῷ Θεῷ ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκί τὰ παθήματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου ἀποθανόντες ἐν κατειχόμεθα ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος

God's Law is Holy

Τί οὖν ἐροῦμεν νόμος ἁμαρτία μὴ γένοιτο ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ νόμος ἔλεγεν Οὐκ ἐπιθυμήσεις ἀφορμὴν δὲ λαβοῦσα ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ ἐλθούσης δὲ τῆς ἐντολῆς ἁμαρτία ἀνέζησεν ἐγὼ δὲ ἀπέθανον 10 καὶ εὑρέθη μοι ἐντολὴ εἰς ζωὴν αὕτη εἰς θάνατον 11  γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν 12 Ὥστε μὲν νόμος ἅγιος καὶ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή

Struggling with Sin

13 Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος μὴ γένοιτο ἀλλὰ ἁμαρτία ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἁμαρτία διὰ τῆς ἐντολῆς

14 Οἴδαμεν γὰρ ὅτι νόμος πνευματικός ἐστιν ἐγὼ δὲ σάρκινός εἰμι πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν 15  γὰρ κατεργάζομαι οὐ γινώσκω οὐ γὰρ θέλω τοῦτο πράσσω ἀλλ’ μισῶ τοῦτο ποιῶ 16 εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ σύμφημι τῷ νόμῳ ὅτι καλός 17 νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ οἰκοῦσα* ἐν ἐμοὶ ἁμαρτία 18 Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου ἀγαθόν τὸ γὰρ θέλειν παράκειταί μοι τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ 19 οὐ γὰρ θέλω ποιῶ ἀγαθόν ἀλλὰ οὐ θέλω κακὸν τοῦτο πράσσω 20 εἰ δὲ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία

21 Εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται 22 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον 23 βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου 24 Ταλαίπωρος ἐγὼ ἄνθρωπος τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου 25 χάρις [δὲ] τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Romans 6
Top of Page
Top of Page