1 Peter 1:4-25Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AMP · Amplified Bible ASV · American Standard Version BAB · Berean Annotated Bible BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GWT · God's Word Translation HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LSB · Legacy Standard Bible LSV · Literal Standard Version MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation STUDY · Hebrew & Greek Study Bible WBT · Webster's Bible Translation WEB · World English Bible YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 4 εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς 5 τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ 6 ἐν ᾧ ἀγαλλιᾶσθε ὀλίγον ἄρτι εἰ δέον [ἐστὶν] λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς 7 ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ δόξαν καὶ τιμὴν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 8 ὃν οὐκ ἰδόντες ἀγαπᾶτε εἰς ὃν ἄρτι μὴ ὁρῶντες πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ 9 κομιζόμενοι τὸ τέλος τῆς πίστεως ‹ὑμῶν› σωτηρίαν ψυχῶν 10 Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηραύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες 11 ἐραυνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας 12 οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς ὑμῖν δὲ διηκόνουν αὐτά ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι 13 Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν νήφοντες τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ 14 ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις 15 ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε 16 διότι γέγραπται ‹ὅτι› Ἅγιοι ἔσεσθε ὅτι ἐγὼ ἅγιος [εἰμι] 17 Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήμπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε 18 εἰδότες ὅτι οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου 19 ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ 20 προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου φανερωθέντος δὲ ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς 21 τοὺς δι’ αὐτοῦ πιστοὺς εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν 22 Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας εἰς φιλαδελφίαν ἀνυπόκριτον ἐκ [καθαρᾶς] καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς 23 ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς ἀλλὰ ἀφθάρτου διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος 24 διότι Πᾶσα σὰρξ ὡς χόρτος καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου ἐξηράνθη ὁ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν 25 τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα Τοῦτο δέ ἐστιν τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς ← Show Verses 1 - 3 Full chapter Parallel translations Study & commentary Cross-references 1 Peter 1:4-25, Hebrew & Greek Study Bible. Public domain.