Mark 12
Study Bible
The Parable of the Wicked Tenants

Καὶ  ἤρξατο  αὐτοῖς  ἐν  παραβολαῖς  λαλεῖν.  ἀμπελῶνα  ἄνθρωπος  ἐφύτευσεν,  καὶ  περιέθηκεν  φραγμὸν  καὶ  ὤρυξεν  ὑπολήνιον  καὶ  ᾠκοδόμησεν  πύργον,  καὶ  ἐξέδετο  αὐτὸν  γεωργοῖς,  καὶ  ἀπεδήμησεν.  καὶ  ἀπέστειλεν  πρὸς  τοὺς  γεωργοὺς  τῷ  καιρῷ  δοῦλον,  ἵνα  παρὰ  τῶν  γεωργῶν  λάβῃ  ἀπὸ  τῶν  καρπῶν  τοῦ  ἀμπελῶνος·  καὶ  λαβόντες  αὐτὸν  ἔδειραν  καὶ  ἀπέστειλαν  κενόν.  καὶ  πάλιν  ἀπέστειλεν  πρὸς  αὐτοὺς  ἄλλον  δοῦλον·  κἀκεῖνον  ἐκεφαλίωσαν  καὶ  ἠτίμασαν.  καὶ  ἄλλον  ἀπέστειλεν·  κἀκεῖνον  ἀπέκτειναν,  καὶ  πολλοὺς  ἄλλους,  οὓς  μὲν  δέροντες,  οὓς  δὲ  ἀποκτέννοντες.  ἔτι  ἕνα  εἶχεν,  υἱὸν  ἀγαπητόν·  ἀπέστειλεν  αὐτὸν  ἔσχατον  πρὸς  αὐτοὺς  λέγων  ὅτι  Ἐντραπήσονται  τὸν  υἱόν  μου.  ἐκεῖνοι  δὲ  οἱ  γεωργοὶ  πρὸς  ἑαυτοὺς  εἶπαν  ὅτι  Οὗτός  ἐστιν    κληρονόμος·  δεῦτε  ἀποκτείνωμεν  αὐτόν,  καὶ  ἡμῶν  ἔσται    κληρονομία.  καὶ  λαβόντες  ἀπέκτειναν  αὐτόν,  καὶ  ἐξέβαλον  αὐτὸν  ἔξω  τοῦ  ἀμπελῶνος.  τί  [οὖν]  ποιήσει    κύριος  τοῦ  ἀμπελῶνος;  ἐλεύσεται  καὶ  ἀπολέσει  τοὺς  γεωργούς,  καὶ  δώσει  τὸν  ἀμπελῶνα  ἄλλοις. 

10 οὐδὲ  τὴν  γραφὴν  ταύτην  ἀνέγνωτε  Λίθον  ὃν  ἀπεδοκίμασαν  οἱ  οἰκοδομοῦντες,  οὗτος  ἐγενήθη  εἰς  κεφαλὴν  γωνίας· 

11 παρὰ  Κυρίου  ἐγένετο  αὕτη,  καὶ  ἔστιν  θαυμαστὴ  ἐν  ὀφθαλμοῖς  ἡμῶν; 

12 Καὶ  ἐζήτουν  αὐτὸν  κρατῆσαι,  καὶ  ἐφοβήθησαν  τὸν  ὄχλον·  ἔγνωσαν  γὰρ  ὅτι  πρὸς  αὐτοὺς  τὴν  παραβολὴν  εἶπεν.  καὶ  ἀφέντες  αὐτὸν  ἀπῆλθον. 

Paying Taxes to Caesar

13 Καὶ  ἀποστέλλουσιν  πρὸς  αὐτόν  τινας  τῶν  Φαρισαίων  καὶ  τῶν  Ἡρῳδιανῶν  ἵνα  αὐτὸν  ἀγρεύσωσιν  λόγῳ.  14 καὶ  ἐλθόντες  λέγουσιν  αὐτῷ  Διδάσκαλε,  οἴδαμεν  ὅτι  ἀληθὴς  εἶ  καὶ  οὐ  μέλει  σοι  περὶ  οὐδενός·  οὐ  γὰρ  βλέπεις  εἰς  πρόσωπον  ἀνθρώπων,  ἀλλ’  ἐπ’  ἀληθείας  τὴν  ὁδὸν  τοῦ  Θεοῦ  διδάσκεις·  ἔξεστιν  δοῦναι  κῆνσον  Καίσαρι    οὔ;  δῶμεν    μὴ  δῶμεν;  15   δὲ  εἰδὼς  αὐτῶν  τὴν  ὑπόκρισιν  εἶπεν  αὐτοῖς  Τί  με  πειράζετε;  φέρετέ  μοι  δηνάριον  ἵνα  ἴδω.  16 οἱ  δὲ  ἤνεγκαν.  καὶ  λέγει  αὐτοῖς  Τίνος    εἰκὼν  αὕτη  καὶ    ἐπιγραφή;  οἱ  δὲ  εἶπαν  αὐτῷ  Καίσαρος.  17   δὲ  Ἰησοῦς  εἶπεν  αὐτοῖς  Τὰ  Καίσαρος  ἀπόδοτε  Καίσαρι  καὶ  τὰ  τοῦ  Θεοῦ  τῷ  Θεῷ.  καὶ  ἐξεθαύμαζον  ἐπ’  αὐτῷ. 

Sadducees Question the Resurrection

18 Καὶ  ἔρχονται  Σαδδουκαῖοι  πρὸς  αὐτόν,  οἵτινες  λέγουσιν  ἀνάστασιν  μὴ  εἶναι,  καὶ  ἐπηρώτων  αὐτὸν  λέγοντες  19 Διδάσκαλε,  Μωϋσῆς  ἔγραψεν  ἡμῖν  ὅτι  ἐάν  τινος  ἀδελφὸς  ἀποθάνῃ  καὶ  καταλίπῃ  γυναῖκα  καὶ  μὴ  ἀφῇ  τέκνον,  ἵνα  λάβῃ    ἀδελφὸς  αὐτοῦ  τὴν  γυναῖκα  καὶ  ἐξαναστήσῃ  σπέρμα  τῷ  ἀδελφῷ  αὐτοῦ.  20 ἑπτὰ  ἀδελφοὶ  ἦσαν·  καὶ    πρῶτος  ἔλαβεν  γυναῖκα,  καὶ  ἀποθνῄσκων  οὐκ  ἀφῆκεν  σπέρμα·  21 καὶ    δεύτερος  ἔλαβεν  αὐτήν,  καὶ  ἀπέθανεν  μὴ  καταλιπὼν  σπέρμα·  καὶ    τρίτος  ὡσαύτως·  22 καὶ  οἱ  ἑπτὰ  οὐκ  ἀφῆκαν  σπέρμα.  ἔσχατον  πάντων  καὶ    γυνὴ  ἀπέθανεν.  23 ἐν  τῇ  ἀναστάσει,  ὅταν  ἀναστῶσιν,  τίνος  αὐτῶν  ἔσται  γυνή;  οἱ  γὰρ  ἑπτὰ  ἔσχον  αὐτὴν  γυναῖκα.  24 ἔφη  αὐτοῖς    Ἰησοῦς  Οὐ  διὰ  τοῦτο  πλανᾶσθε  μὴ  εἰδότες  τὰς  γραφὰς  μηδὲ  τὴν  δύναμιν  τοῦ  Θεοῦ;  25 ὅταν  γὰρ  ἐκ  νεκρῶν  ἀναστῶσιν,  οὔτε  γαμοῦσιν  οὔτε  γαμίζονται,  ἀλλ’  εἰσὶν  ὡς  ἄγγελοι  ἐν  τοῖς  οὐρανοῖς.  26 περὶ  δὲ  τῶν  νεκρῶν  ὅτι  ἐγείρονται,  οὐκ  ἀνέγνωτε  ἐν  τῇ  βίβλῳ  Μωϋσέως  ἐπὶ  τοῦ  Βάτου  πῶς  εἶπεν  αὐτῷ    Θεὸς  λέγων  Ἐγὼ    Θεὸς  Ἀβραὰμ  καὶ  ‹ὁ›  Θεὸς  Ἰσαὰκ  καὶ  ‹ὁ›  Θεὸς  Ἰακώβ;  27 οὐκ  ἔστιν  Θεὸς  νεκρῶν  ἀλλὰ  ζώντων.  πολὺ  πλανᾶσθε. 

The Greatest Commandment

28 Καὶ  προσελθὼν  εἷς  τῶν  γραμματέων,  ἀκούσας  αὐτῶν  συζητούντων*,  ἰδὼν*  ὅτι  καλῶς  ἀπεκρίθη  αὐτοῖς,  ἐπηρώτησεν  αὐτόν  Ποία  ἐστὶν  ἐντολὴ  πρώτη  πάντων;  29 ἀπεκρίθη    Ἰησοῦς  ὅτι  Πρώτη  ἐστίν  Ἄκουε,  Ἰσραήλ,  Κύριος    Θεὸς  ἡμῶν  Κύριος  εἷς  ἐστιν,  30 καὶ  ἀγαπήσεις  Κύριον  τὸν  Θεόν  σου  ἐξ  ὅλης  τῆς  καρδίας  σου  καὶ  ἐξ  ὅλης  τῆς  ψυχῆς  σου  καὶ  ἐξ  ὅλης  τῆς  διανοίας  σου  καὶ  ἐξ  ὅλης  τῆς  ἰσχύος  σου.  31 δευτέρα  αὕτη  Ἀγαπήσεις  τὸν  πλησίον  σου  ὡς  σεαυτόν.  μείζων  τούτων  ἄλλη  ἐντολὴ  οὐκ  ἔστιν.  32 καὶ  εἶπεν  αὐτῷ    γραμματεύς  Καλῶς,  Διδάσκαλε,  ἐπ’  ἀληθείας  εἶπες  ὅτι  εἷς  ἐστιν  καὶ  οὐκ  ἔστιν  ἄλλος  πλὴν  αὐτοῦ·  33 καὶ  τὸ  ἀγαπᾶν  αὐτὸν  ἐξ  ὅλης  τῆς  καρδίας  καὶ  ἐξ  ὅλης  τῆς  συνέσεως  καὶ  ἐξ  ὅλης  τῆς  ἰσχύος,  καὶ  τὸ  ἀγαπᾶν  τὸν  πλησίον  ὡς  ἑαυτὸν  περισσότερόν  ἐστιν  πάντων  τῶν  ὁλοκαυτωμάτων  καὶ  θυσιῶν.  34 καὶ    Ἰησοῦς,  ἰδὼν  αὐτὸν  ὅτι  νουνεχῶς  ἀπεκρίθη,  εἶπεν  αὐτῷ  Οὐ  μακρὰν  εἶ  ἀπὸ  τῆς  βασιλείας  τοῦ  Θεοῦ.  καὶ  οὐδεὶς  οὐκέτι  ἐτόλμα  αὐτὸν  ἐπερωτῆσαι. 

Whose Son is the Christ?

35 Καὶ  ἀποκριθεὶς    Ἰησοῦς  ἔλεγεν  διδάσκων  ἐν  τῷ  ἱερῷ  Πῶς  λέγουσιν  οἱ  γραμματεῖς  ὅτι    Χριστὸς  υἱὸς  Δαυίδ*  ἐστιν; 

36 αὐτὸς  Δαυὶδ*  εἶπεν  ἐν  τῷ  Πνεύματι  τῷ  Ἁγίῳ  Εἶπεν  Κύριος  τῷ  Κυρίῳ  μου  Κάθου  ἐκ  δεξιῶν  μου  ἕως  ἂν  θῶ  τοὺς  ἐχθρούς  σου  ὑποκάτω  τῶν  ποδῶν  σου. 

37 αὐτὸς  Δαυὶδ*  λέγει  αὐτὸν  Κύριον,  καὶ  πόθεν  αὐτοῦ  ἐστιν  υἱός;  Καὶ    πολὺς  ὄχλος  ἤκουεν  αὐτοῦ  ἡδέως. 

Beware of the Scribes

38 Καὶ  ἐν  τῇ  διδαχῇ  αὐτοῦ  ἔλεγεν  Βλέπετε  ἀπὸ  τῶν  γραμματέων  τῶν  θελόντων  ἐν  στολαῖς  περιπατεῖν  καὶ  ἀσπασμοὺς  ἐν  ταῖς  ἀγοραῖς  39 καὶ  πρωτοκαθεδρίας  ἐν  ταῖς  συναγωγαῖς  καὶ  πρωτοκλισίας  ἐν  τοῖς  δείπνοις·  40 οἱ  κατεσθίοντες  τὰς  οἰκίας  τῶν  χηρῶν  καὶ  προφάσει  μακρὰ  προσευχόμενοι,  οὗτοι  λήμψονται  περισσότερον  κρίμα. 

The Poor Widow's Offering

41 Καὶ  καθίσας  κατέναντι  τοῦ  γαζοφυλακίου  ἐθεώρει  πῶς    ὄχλος  βάλλει  χαλκὸν  εἰς  τὸ  γαζοφυλάκιον·  καὶ  πολλοὶ  πλούσιοι  ἔβαλλον  πολλά·  42 καὶ  ἐλθοῦσα  μία  χήρα  πτωχὴ  ἔβαλεν  λεπτὰ  δύο,    ἐστιν  κοδράντης.  43 καὶ  προσκαλεσάμενος  τοὺς  μαθητὰς  αὐτοῦ  εἶπεν  αὐτοῖς  Ἀμὴν  λέγω  ὑμῖν  ὅτι    χήρα  αὕτη    πτωχὴ  πλεῖον  πάντων  ἔβαλεν  τῶν  βαλλόντων  εἰς  τὸ  γαζοφυλάκιον·  44 πάντες  γὰρ  ἐκ  τοῦ  περισσεύοντος  αὐτοῖς  ἔβαλον,  αὕτη  δὲ  ἐκ  τῆς  ὑστερήσεως  αὐτῆς  πάντα  ὅσα  εἶχεν  ἔβαλεν,  ὅλον  τὸν  βίον  αὐτῆς. 

Greek and Hebrew Study Bible Base Texts:

Hebrew Text: Westminster Leningrad Codex
Greek Text: Nestle 1904; Variants: {TR} ⧼RP⧽ (WH) 〈NE〉 [NA] ‹SBL›

Study Bible © 2011 - 2013 by Biblos.com in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers on Biblos.com sites are mapped to the traditional convention used by the KJV, NASB, NIV and others. Section Headings Courtesy INT Bible © 2012, Used by Permission.

Bible Hub

Mark 11
Top of Page
Top of Page