John 11:17-44Hebrew & Greek Study Bible Hebrew & Greek Study Bible ▾ AKJV · American King James Version AMP · Amplified Bible ANDERSON · Anderson New Testament ASV · American Standard Version BAB · Berean Annotated Bible BISHOPS · Bishops' Bible of 1568 BLB · Berean Literal Bible BSB · Berean Standard Bible BSB STRONGS · BSB with Strong's COVERDALE · Coverdale Bible of 1535 CPDV · Catholic Public Domain Version CSB · Christian Standard Bible DBT · Darby Bible Translation DRB · Douay-Rheims Bible ERV · English Revised Version ESV · English Standard Version GENEVA · Geneva Bible of 1587 GODBEY · Godbey New Testament GWT · God's Word Translation HAWEIS · Haweis New Testament HCSB · Holman Christian Standard Bible HCSB STRONGS · HCSB with Strong's ISV · Intl. Standard Version KJV · King James Version KJV STRONGS · KJV with Strong's LAMSA · Lamsa Bible LSB · Legacy Standard Bible LSV · Literal Standard Version MACE · Mace New Testament MSB · Majority Standard Bible NABRE · New American Bible Revised NASB · New American Standard Bible NASB77 · New American Standard 1977 NASB95 · New American Standard 1995 NASB95 STRONGS · NASB95 with Strong's NET · New English Translation NHEB · New Heart English Bible NIV · New International Version NKJV · New King James Version NLT · New Living Translation NRSVCE · NRSV Catholic Edition SLT · Smith's Literal Translation TYNDALE · Tyndale Bible of 1526 WBT · Webster's Bible Translation WEB · World English Bible WEY · Weymouth New Testament WORRELL · Worrell New Testament WORSLEY · Worsley New Testament YLT · Young's Literal Translation YLT STRONGS · YLT with Strong's Par ▾ 17 Ἐλθὼν οὖν ὁ Ἰησοῦς εὗρεν αὐτὸν τέσσαρας ἤδη ἡμέρας ἔχοντα ἐν τῷ μνημείῳ 18 ἦν δὲ ‹ἡ› Βηθανία ἐγγὺς τῶν Ἱεροσολύμων ὡς ἀπὸ σταδίων δεκαπέντε 19 πολλοὶ δὲ ἐκ τῶν Ἰουδαίων ἐληλύθεισαν πρὸς τὴν Μάρθαν καὶ Μαριὰμ ἵνα παραμυθήσωνται αὐτὰς περὶ τοῦ ἀδελφοῦ 20 ἡ οὖν Μάρθα ὡς ἤκουσεν ὅτι Ἰησοῦς ἔρχεται ὑπήντησεν αὐτῷ Μαριὰμ δὲ ἐν τῷ οἴκῳ ἐκαθέζετο 21 Εἶπεν οὖν ἡ Μάρθα πρὸς ‹τὸν› Ἰησοῦν Κύριε εἰ ἦς ὧδε οὐκ ἂν ἀπέθανεν ὁ ἀδελφός μου 22 [ἀλλὰ] καὶ νῦν οἶδα ὅτι ὅσα ἂν αἰτήσῃ τὸν Θεὸν δώσει σοι ὁ Θεός 23 Λέγει αὐτῇ ὁ Ἰησοῦς Ἀναστήσεται ὁ ἀδελφός σου 24 Λέγει αὐτῷ ἡ Μάρθα Οἶδα ὅτι ἀναστήσεται ἐν τῇ ἀναστάσει ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ 25 Εἶπεν αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι ἡ ἀνάστασις καὶ ἡ ζωή ὁ πιστεύων εἰς ἐμὲ κἂν ἀποθάνῃ ζήσεται 26 καὶ πᾶς ὁ ζῶν καὶ πιστεύων εἰς ἐμὲ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα πιστεύεις τοῦτο 27 Λέγει αὐτῷ Ναί Κύριε ἐγὼ πεπίστευκα ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ ὁ εἰς τὸν κόσμον ἐρχόμενος 28 Καὶ τοῦτο εἰποῦσα ἀπῆλθεν καὶ ἐφώνησεν Μαριὰμ τὴν ἀδελφὴν αὐτῆς λάθρᾳ εἰποῦσα Ὁ Διδάσκαλος πάρεστιν καὶ φωνεῖ σε 29 ἐκείνη δὲ ὡς ἤκουσεν ἠγέρθη* ταχὺ καὶ ἤρχετο πρὸς αὐτόν 30 Οὔπω δὲ ἐληλύθει ὁ Ἰησοῦς εἰς τὴν κώμην ἀλλ’ ἦν ἔτι ἐν τῷ τόπῳ ὅπου ὑπήντησεν αὐτῷ ἡ Μάρθα 31 οἱ οὖν Ἰουδαῖοι οἱ ὄντες μετ’ αὐτῆς ἐν τῇ οἰκίᾳ καὶ παραμυθούμενοι αὐτήν ἰδόντες τὴν Μαριὰμ ὅτι ταχέως ἀνέστη καὶ ἐξῆλθεν ἠκολούθησαν αὐτῇ δόξαντες ὅτι ὑπάγει εἰς τὸ μνημεῖον ἵνα κλαύσῃ ἐκεῖ 32 ἡ οὖν Μαριὰμ ὡς ἦλθεν ὅπου ἦν Ἰησοῦς ἰδοῦσα αὐτὸν ἔπεσεν αὐτοῦ πρὸς τοὺς πόδας λέγουσα αὐτῷ Κύριε εἰ ἦς ὧδε οὐκ ἄν μου ἀπέθανεν ὁ ἀδελφός 33 Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν 34 καὶ εἶπεν Ποῦ τεθείκατε αὐτόν Λέγουσιν αὐτῷ Κύριε ἔρχου καὶ ἴδε 35 Ἐδάκρυσεν ὁ Ἰησοῦς 36 Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Ἴδε πῶς ἐφίλει αὐτόν 37 Τινὲς δὲ ἐξ αὐτῶν εἶπαν Οὐκ ἐδύνατο οὗτος ὁ ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ 38 Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ 39 λέγει ὁ Ἰησοῦς Ἄρατε τὸν λίθον Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα Κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν 40 Λέγει αὐτῇ ὁ Ἰησοῦς Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ Θεοῦ 41 Ἦραν οὖν τὸν λίθον ὁ δὲ Ἰησοῦς ἦρεν τοὺς ὀφθαλμοὺς ἄνω καὶ εἶπεν Πάτερ εὐχαριστῶ σοι ὅτι ἤκουσάς μου 42 ἐγὼ δὲ ᾔδειν ὅτι πάντοτέ μου ἀκούεις ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον ἵνα πιστεύσωσιν ὅτι σύ με ἀπέστειλας 43 Καὶ ταῦτα εἰπὼν φωνῇ μεγάλῃ ἐκραύγασεν Λάζαρε δεῦρο ἔξω 44 ἐξῆλθεν ὁ τεθνηκὼς δεδεμένος τοὺς πόδας καὶ τὰς χεῖρας κειρίαις καὶ ἡ ὄψις αὐτοῦ σουδαρίῳ περιεδέδετο Λέγει αὐτοῖς ὁ Ἰησοῦς Λύσατε αὐτὸν καὶ ἄφετε αὐτὸν ὑπάγειν ← Show Verses 1 - 16 Full chapter Show Verses 45 - 57 → Parallel translations Study & commentary Cross-references John 11:17-44, Hebrew & Greek Study Bible. Public domain.