Acts 2
BSB Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
Berean Study BibleGreek Study Bible
1When the day of Pentecost came, the believers were all together in one place.1Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό
2Suddenly a sound like a mighty rushing wind came from heaven and filled the whole house where they were sitting.2καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι
3They saw tongues like flames of fire that separated and came to rest on each of them.3καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν
4And they were all filled with the Holy Spirit and began to speak in other tongues as the Spirit enabled them.4καὶ ἐπλήσθησαν πάντες Πνεύματος Ἁγίου καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς
5Now there were dwelling in Jerusalem God-fearing Jews from every nation under heaven.5Ἦσαν δὲ εἰς Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν
6And when this sound rang out, a crowd came together in bewilderment, because each one heard them speaking his own language.6γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν
7Astounded and amazed, they asked, “Are not all these men who are speaking Galileans?7Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες Οὐχ* ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι
8How is it then that each of us hears them in his own native language?8καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ἐγεννήθημεν
9Parthians, Medes, and Elamites; residents of Mesopotamia, Judea and Cappadocia, Pontus and Asia,9Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται* καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν Ἀσίαν
10Phrygia and Pamphylia, Egypt and the parts of Libya near Cyrene; visitors from Rome,10Φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι
11both Jews and converts to Judaism; Cretans and Arabs—we hear them declaring the wonders of God in our own tongues!”11Ἰουδαῖοί τε καὶ προσήλυτοι Κρῆτες καὶ Ἄραβες ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ
12Astounded and perplexed, they asked one another, “What does this mean?”12Ἐξίσταντο δὲ πάντες καὶ διηπόρουν* ἄλλος πρὸς ἄλλον λέγοντες Τί θέλει τοῦτο εἶναι
13But others mocked them and said, “They are drunk on new wine!”13Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν
14Then Peter stood up with the eleven, lifted up his voice, and addressed the crowd: “Men of Judea and all who dwell in Jerusalem, let this be known to you, and listen carefully to my words.14Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου
15These men are not drunk as you suppose. It is only the third hour of the day!15οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας
16No, this is what was spoken by the prophet Joel:16ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ
17‘In the last days, God says, I will pour out My Spirit on all people. Your sons and daughters will prophesy, your young men will see visions, your old men will dream dreams.17Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις λέγει Θεός ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται
18Even on My menservants and maidservants I will pour out My Spirit in those days, and they will prophesy.18καί‿ γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου καὶ προφητεύσουσιν
19I will show wonders in the heavens above and signs on the earth below, blood and fire and billows of smoke.19καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ
20The sun will be turned to darkness, and the moon to blood, before the coming of the great and glorious Day of the Lord.20 ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ σελήνη εἰς αἷμα πρὶν ‹ἢ› ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ
21And everyone who calls on the name of the Lord will be saved.’21καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται
22Men of Israel, listen to this message: Jesus of Nazareth was a man certified by God to you by miracles, wonders, and signs, which God did among you through Him, as you yourselves know.22Ἄνδρες Ἰσραηλῖται ἀκούσατε τοὺς λόγους τούτους Ἰησοῦν τὸν Ναζωραῖον ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ Θεὸς ἐν μέσῳ ὑμῶν καθὼς αὐτοὶ οἴδατε
23He was delivered up by God’s set plan and foreknowledge, and you, by the hands of the lawless, put Him to death by nailing Him to the cross.23τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε
24But God raised Him from the dead, releasing Him from the agony of death, because it was impossible for Him to be held in its clutches.24ὃν Θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ
25David says about Him: ‘I saw the Lord always before me; because He is at my right hand, I will not be shaken.25Δαυὶδ γὰρ λέγει εἰς αὐτόν Προορώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ
26Therefore my heart is glad and my tongue rejoices; my body also will dwell in hope,26διὰ τοῦτο ηὐφράνθη μου «ἡ καρδία» καὶ ἠγαλλιάσατο γλῶσσά μου ἔτι δὲ καὶ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι
27because You will not abandon my soul to Hades, nor will You let Your Holy One see decay.27ὅτι οὐκ ἐνκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν
28You have made known to me the paths of life; You will fill me with joy in Your presence.’28ἐγνώρισάς μοι ὁδοὺς ζωῆς πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου
29Brothers, I can tell you with confidence that the patriarch David died and was buried, and his tomb is with us to this day.29Ἄνδρες ἀδελφοί ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης
30But he was a prophet and knew that God had promised him on oath that He would place one of his descendants on his throne.30προφήτης οὖν ὑπάρχων καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ
31Foreseeing this, David spoke about the resurrection of the Christ, that He was not abandoned to Hades, nor did His body see decay.31προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐνκατελείφθη εἰς ᾅδην οὔτε σὰρξ αὐτοῦ εἶδεν διαφθοράν
32God has raised this Jesus to life, to which we are all witnesses.32Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν Θεός οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες
33Exalted, then, to the right hand of God, He has received from the Father the promised Holy Spirit and has poured out what you now see and hear.33τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ Πνεύματος τοῦ Ἁγίου λαβὼν παρὰ τοῦ Πατρὸς ἐξέχεεν τοῦτο ὑμεῖς καὶ βλέπετε καὶ ἀκούετε
34For David did not ascend into heaven, but he himself says: ‘The Lord said to my Lord, “Sit at My right hand,34Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς λέγει δὲ αὐτός Εἶπεν ‹ὁ› Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου
35until I make Your enemies a footstool for Your feet.”’35ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
36Therefore let all Israel know with certainty that God has made this Jesus, whom you crucified, both Lord and Christ!”36Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν Θεός τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε
37When the people heard this, they were cut to the heart and asked Peter and the other apostles, “Brothers, what shall we do?”37Ἀκούσαντες δὲ κατενύγησαν τὴν καρδίαν εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους Τί ποιήσωμεν ἄνδρες ἀδελφοί
38Peter replied, “Repent and be baptized, every one of you, in the name of Jesus Christ for the forgiveness of your sins, and you will receive the gift of the Holy Spirit.38Πέτρος δὲ πρὸς αὐτούς Μετανοήσατε [φησίν] Καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος
39This promise belongs to you and to your children and to all who are far off, to all whom the Lord our God will call to Himself.”39ὑμῖν γάρ ἐστιν ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσιν τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται Κύριος Θεὸς ἡμῶν
40With many other words he testified, and he urged them, “Be saved from this corrupt generation.”40Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο καὶ παρεκάλει αὐτοὺς λέγων Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης
41Those who embraced his message were baptized, and about three thousand were added to the believers that day.41οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι
42They devoted themselves to the apostles’ teaching and to the fellowship, to the breaking of bread and to prayer.42Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς
43A sense of awe came over everyone, and the apostles performed many wonders and signs.43Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος πολλά τε* τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο
44All the believers were together and had everything in common.44Πάντες δὲ οἱ ‹πιστεύοντες ἦσαν› ἐπὶ τὸ αὐτὸ ‹καὶ› εἶχον ἅπαντα κοινά
45Selling their possessions and goods, they shared with anyone who was in need.45καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν
46With one accord they continued to meet daily in the temple courts and to break bread from house to house, sharing their meals with gladness and sincerity of heart,46Καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ κλῶντές τε κατ’ οἶκον ἄρτον μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας
47praising God and enjoying the favor of all the people. And the Lord added to their number daily those who were being saved.47αἰνοῦντες τὸν Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν δὲ Κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ἐπὶ τὸ αὐτό
The Berean Bible (Berean Study Bible (BSB) © 2016, 2018 by Bible Hub and Berean.Bible. Used by Permission. All rights Reserved.Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Acts 1
Top of Page
Top of Page