◄ John 20 ►
NIV Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
New International VersionGreek Study Bible
1Early on the first day of the week, while it was still dark, Mary Magdalene went to the tomb and saw that the stone had been removed from the entrance.1Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου
2So she came running to Simon Peter and the other disciple, the one Jesus loved, and said, "They have taken the Lord out of the tomb, and we don't know where they have put him!"2τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν
3So Peter and the other disciple started for the tomb.3Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής καὶ ἤρχοντο εἰς τὸ μνημεῖον
4Both were running, but the other disciple outran Peter and reached the tomb first.4ἔτρεχον δὲ οἱ δύο ὁμοῦ καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον
5He bent over and looked in at the strips of linen lying there but did not go in.5καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια οὐ μέντοι εἰσῆλθεν
6Then Simon Peter came along behind him and went straight into the tomb. He saw the strips of linen lying there,6Ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
7as well as the cloth that had been wrapped around Jesus' head. The cloth was still lying in its place, separate from the linen.7καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον
8Finally the other disciple, who had reached the tomb first, also went inside. He saw and believed.8τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν
9(They still did not understand from Scripture that Jesus had to rise from the dead.)9οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι
10Then the disciples went back to where they were staying.10Ἀπῆλθον οὖν πάλιν πρὸς αὑτοὺς οἱ μαθηταί
11Now Mary stood outside the tomb crying. As she wept, she bent over to look into the tomb11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον
12and saw two angels in white, seated where Jesus' body had been, one at the head and the other at the foot.12καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ
13They asked her, "Woman, why are you crying?" "They have taken my Lord away," she said, "and I don't know where they have put him."13Καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι Γύναι τί κλαίεις Λέγει αὐτοῖς Ὅτι Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν
14At this, she turned around and saw Jesus standing there, but she did not realize that it was Jesus.14Ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν
15He asked her, "Woman, why are you crying? Who is it you are looking for?" Thinking he was the gardener, she said, "Sir, if you have carried him away, tell me where you have put him, and I will get him."15λέγει αὐτῇ Ἰησοῦς Γύναι τί κλαίεις τίνα ζητεῖς Ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ Κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν κἀγὼ αὐτὸν ἀρῶ
16Jesus said to her, "Mary." She turned toward him and cried out in Aramaic, "Rabboni!" (which means "Teacher").16Λέγει αὐτῇ Ἰησοῦς Μαριάμ Στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί Ραββουνι ὃ λέγεται Διδάσκαλε
17Jesus said, "Do not hold on to me, for I have not yet ascended to the Father. Go instead to my brothers and tell them, 'I am ascending to my Father and your Father, to my God and your God.'"17Λέγει αὐτῇ Ἰησοῦς Μή μου ἅπτου οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς Ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν
18Mary Magdalene went to the disciples with the news: "I have seen the Lord!" And she told them that he had said these things to her.18Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι Ἑώρακα τὸν Κύριον καὶ ταῦτα εἶπεν αὐτῇ
19On the evening of that first day of the week, when the disciples were together, with the doors locked for fear of the Jewish leaders, Jesus came and stood among them and said, "Peace be with you!"19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν
20After he said this, he showed them his hands and side. The disciples were overjoyed when they saw the Lord.20καὶ τοῦτο εἰπὼν ἔδειξεν 〈καὶ〉 τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῖς Ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν Κύριον
21Again Jesus said, "Peace be with you! As the Father has sent me, I am sending you."21Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν Εἰρήνη ὑμῖν καθὼς ἀπέσταλκέν με ὁ Πατήρ κἀγὼ πέμπω ὑμᾶς
22And with that he breathed on them and said, "Receive the Holy Spirit.22καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς Λάβετε Πνεῦμα Ἅγιον
23If you forgive anyone's sins, their sins are forgiven; if you do not forgive them, they are not forgiven."23ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς ἄν τινων κρατῆτε κεκράτηνται
24Now Thomas (also known as Didymus), one of the Twelve, was not with the disciples when Jesus came.24Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ’ αὐτῶν ὅτε ἦλθεν Ἰησοῦς
25So the other disciples told him, "We have seen the Lord!" But he said to them, "Unless I see the nail marks in his hands and put my finger where the nails were, and put my hand into his side, I will not believe."25ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί Ἑωράκαμεν τὸν Κύριον Ὁ δὲ εἶπεν αὐτοῖς Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον* τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω
26A week later his disciples were in the house again, and Thomas was with them. Though the doors were locked, Jesus came and stood among them and said, "Peace be with you!"26Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν Εἰρήνη ὑμῖν
27Then he said to Thomas, "Put your finger here; see my hands. Reach out your hand and put it into my side. Stop doubting and believe."27εἶτα λέγει τῷ Θωμᾷ Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός
28Thomas said to him, "My Lord and my God!"28Ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ Ὁ Κύριός μου καὶ ὁ Θεός μου
29Then Jesus told him, "Because you have seen me, you have believed; blessed are those who have not seen and yet have believed."29Λέγει αὐτῷ ὁ Ἰησοῦς Ὅτι ἑώρακάς με πεπίστευκας μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
30Jesus performed many other signs in the presence of his disciples, which are not recorded in this book.30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ] ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
31But these are written that you may believe that Jesus is the Messiah, the Son of God, and that by believing you may have life in his name.31ταῦτα δὲ γέγραπται ἵνα πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
New International Version (NIV)

Holy Bible, New International Version®, NIV® Copyright © 1973, 1978, 1984, 2011 by Biblica, Inc.® Used by permission. All rights reserved worldwide.

Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
John 19
Top of Page
Top of Page